Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἢ Ἔρις ἐγρεκύδοιμος ἀνὰ στρατὸν ἀΐσσονσα,
  2. τοίη ἐνὶ Τρώεσσι θοὴ πέλε Πενθεσίλεια.
  3. καὶ τότε δὴ Κρονίωνι πολυτλήτους ἀναείρας
  4. χεῖρας Λαομέδοντος ἐΰς γόνος ἀφνειοῖο
  5. εὔχετʼ ἐς ἱερὸν αἰπὺ τετραμμένος Ἰδαίοιο
  6. Ζηνός, ὃς Ἴλιον αἰὲν ἑοῖς ἐπιδέρκεται ὄσσοις·
  7. κλῦθι, πάτερ, καὶ λαὸν Ἀχαιικὸν ἤματι τῷδε
  8. δὸς πεσέειν ὑπὸ χερσὶν Ἀρηιάδος βασιλείης,
  9. καὶ δʼ αὖ μιν παλίνορσον ἐμὸν ποτὶ δῶμα σάωσον
  10. ἁζόμενος τεὸν υἷα πελώριον ὄβριμον Ἄρην,
  11. αὐτήν θʼ, οὕνεκʼ ἔοικεν ἐπουρανίῃσι θεῇσιν
  12. ἐκπάγλως, καὶ σεῖο θεοῦ γένος ἐστὶ γενέθλης.
  13. αἴδεσσαι δʼ ἐμὸν ἦτορ, ἐπεὶ κακὰ πολλὰ τέτληκα
  14. παίδων ὀλλυμένων, οὕς μοι περὶ Κῆρες ἔμαρψαν
  15. Ἀργείων παλάμῃσι κατὰ στόμα δηιοτῆτος·
  16. αἴδεο δʼ, ἕως ἔτι παῦροι ἀφʼ αἵματός εἰμεν ἀγαυοῦ
  17. Δαρδάνου, ἕως ἀδάϊκτος ἔτι πτόλις, ὄφρα καὶ ἡμεῖς
  18. ἐκ φόνου ἀργαλέοιο καὶ Ἄρεος ἀμπνεύσωμεν.
  19. ἦ ῥα μέγʼ εὐχόμενος· τῷ δʼ αἰετὸς ὀξὺ κεκληγὼς
  20. ἤδη ἀποπνείουσαν ἔχων ὀνύχεσσι πέλειαν