Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οἶκον ἀμειβομένη Ποσιδήιον, εἰναλίη δὲ
- ὡς Θέτις, ὡς Ταλάτεια φατίζεαι Ὑδριὰς Ἱνώ·
- οὐ χθονίῳ κενεῶνι κατακρύψει σε Κιθαιρών,
- ἀλλὰ σὺ Νηρεΐδων μία γίνεαι· ἀντὶ δὲ Κάδμου
- ἐλπίδι λωιτέρῃ καλέσῃς Νηρῆα τοκῆα
- παιδὶ τεῷ ζώουσα σὺν ἀθανάτῳ Μελικέρτῃ,
- Λευκοθέη, κρατέουσα χυτῆς κληῖδα γαλήνης,
- εὐπλοΐης μεδέουσα μετʼ Αἰόλον· εὐδιόων δὲ
- σοὶ πίσυνος πλεύσειε φιλέμπορος εἰν ἁλὶ ναύτης
- βωμὸν ἕνα στήσας ἐνοσίχθονι καὶ Μελικέρτῃ,
- ῥέζων ἀμφοτέροισι· θαλασσαίοιο δὲ δίφρου
- δέξεται ἡνιοχῆα Παλαίμονα κυανοχαίτης.
- ὣς εἰπὼν ἀκίχητος ἐς οὐρανὸν ἔδραμεν Ἑρμῆς
- ἠέρι δινεύων ἀνεμώδεα ταρσὰ πεδίλων.
- Ἰνὼ δʼ οὐκ ἀπίθησε, φιλοστόργῳ δὲ μενοινῇ
- παιδοκόμῳ πήχυνεν ἀμήτορα Βάκχον ἀγοστῷ,
- πήχεϊ δʼ ἁπλώσασα συνωρίδα δίζυγα παίδων
- δίζυγα μαζὸν ὄρεξε Παλαίμονι καὶ Διονύσῳ·
- καὶ βρέφος ἀμφιπόλῳ παρεθήκατο Μύστιδι νύμφῃ,
- Μύστιδι καλλικόμῳ Σιδωνίδι, τὴν ἔτι κούρην