Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- θέσκελον ὀμφήεντι χέων ἔπος ἀνθερεῶνι·
- Δέξο, γύναι, νέον υἷα, τεῷ δʼ ἐνικάτθεο κόλπῳ
- παῖδα κασιγνήτης Σεμέλης σέεν, ὃν παρὰ παστῷ
- οὐ στεροπῆς ἀμάθυνεν ὅλον σέλας, οὐδέ μιν αὐτοὶ
- μητροφόνοι σπινθῆρες ἐδηλήσαντο κεραυνοῦ.
- καὶ βρέφος ἀχλυόεντι δόμῳ πεφυλαγμένον ἔστω,
- μηδέ μιν ἀθρήσειεν ἔσω γλαφυροῖο μελάθρου
- ἠμάτιον Φαέθοντος ἢ ἔννυχου ὄμμα Σελήνης,
- μηδέ ἑ κουρίζοντα, καὶ εἰ ταυρῶπις ἀκούει,
- ζηλήμων βαρύμηνις ἴδῃ κεκαλυμμένον Ἥρη.
- δέξο κασιγνήτης σέθεν υἱέα· σοὶ δὲ Κρονίων
- ἄξια σῶν καμάτων ὀπάσει θρεπτήρια κείνου.
- ὀλβίη ἐν πάσῃσι θυγατράνσιν ἔπλεο Κάδμου·
- ἤδη γὰρ Σεμέλη φλογερῷ δέδμητο βελέμνῳ,
- Αὐτονόν δὲ θανόντι σὺν υἱέι γαῖα καλύψει,
- ἀμφοτέροις δʼ ἕνα τύμβον ἀναστήσειε Κιθαιρών,
- καὶ μόρον οὐρεσίφοιτος ἐσαθρήσειεν Ἀγαύη
- Πενθέος ὀλλυμένοιο, νόθης ψαύσασα κονίης,
- παιδοφόνος γεγαυῖα λιπόπτολις· ἀλλὰ σὺ μούνη
- ἔσσαι αὐχήεσσα, τόσης ναέτειρα θαλάσσης,