Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Κάδμος ἀνηέξησε πατὴρ θαλαμηπόλον Ἰνοῦς·
  2. ἣ τότε Βάκχον ἑλοῦσα θεοτρεφέων ἀπὸ μαζῶν
  3. ἀρροϊδῆ ζοφόεντι κατεκήισσε βερέθρῳ·
  4. καὶ Διὸς αὐτοβόητος ἀπαγγέλλουσα λοχείην
  5. μαρμαρυγὴ σελάγιζε, καταυγάζουσα προσώπου·
  6. τοῖχοι δʼ ἀχλυόεντε ἐλευκαίνοντο μελάθρου
  7. καὶ ζόφον ἔκρυφε φέγγος ἀθηήτου Διονύσου.
  8. καὶ Βρομίῳ παίζοντι παρέζετο πάννυχος Ἰνώ·
  9. πολλάκι δʼ ἀστήρικτος ἀναθρῴσκων Μελικέρτης
  10. χείηεσιν ἀντιτύποισιν ἀνέσπασε γείτονα θηλὴν
  11. εὔια παππάζοντι παρερπύζων Διονύσῳ.
  12. καὶ θεὸν ἔτρεφε Μύστις ἑῆς μετὰ μαζὸν ἀνάσσης
  13. ὄμμασιν ἀγρύπνοισι παρεδρήσσουσα Λυαίῳ·
  14. καὶ πινυτὴ θεράπαινα φερώνυμα Μύστιδι τέχνῃ
  15. ὄρηια νυκτελίοιο διδασκομένη Διονύσου
  16. καὶ τελετὴν ἄγρυπνον ἐπεντύνουσα Λυαίῳ
  17. πρώτη ῥόπτρον ἔσεισεν, ἐπεπλατάγησε δὲ Βάκχῳ
  18. κύμβαλα δινεύουσα περίκροτα δίζυγι χαλκῷ,
  19. πρώτη νυκτιχόρευτον ἀναψαμένη φλόγα πεύκης
  20. εὔιον ἐσμαράγησεν ἀκοιμήτῳ Διονύσῳ,