Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- πρώτη καμπύλον ἄνθος ἀναδέψασα κορύμβω
- ἄπλοκον ἀμπελόεντι κόμην μιτρώσατο δεσμῷ,
- αὐτὴ δʼ ἔπλεκε θύρσον ἑμόζυγον οἴνοπι κισσῷ,
- ἀκροτάτῳ δὲ σίδηρον ἐπεσφήκωσε κορύμβῳ
- κευθόμενον πετάλοισιν, ὅπως μὴ Βάκχον ἀμύξῃ·
- καὶ φιάλας γυμνοῖσιν ἐπὶ στέρνοισι καθάψαι
- χαλκείας ἐνόνσε καὶ ἰξύι δέρματα νεβρῶν·
- καὶ τελετῆς ζαθέης ἐγκύμονα μύστιδα κίστην
- παίγνια κουρίζοντι διδασκομένη Διονύσῳ
- πρώτη ἐχιδνήεντα κατὰ χροὸς ἧψεν ἱμάντα
- σύμπλοκον, εἱλικόεις δὲ δράκων περὶ δίπλακα μίτρην
- ἅμματα κυκλώσας ὀφιώδεϊ κάμπτετο δεσμῷ.
- τὸν δὲ πολυκλήιστον ὑπὸ σφρηγῖδα μελάθρου
- ὄμμασιν ἀπλανέεσσιν ἴδεν πανεπόψιος Ἥρη
- μύστιδος ἀφράστοιο μυχῷ πεφυλαγμένον οἴκου·
- καὶ Στυγὸς ὑστερόποινον ἐπώμνυε νέρτερον ὕδωρ
- παντοίῃ κακότητι κατακλύζειν δόμον Ἰνοῦς.
- καί νύ κεν ἠμάλδυνε Διὸς γόνον· ἀλλά μιν Ἑρμῆς
- ἁρπάξας ἐκόμισσε Κυβηλίδος εἰς ῥάχιν ὕλης·
- Ἥρη δʼ ὠκυπέδιλος ἑπέδραμεν εὔποδι ταρσῷ