Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὑψόθεν ἀστήρικτος· ὁ δὲ δρόμον ἔφθασεν Ἥρης,
  2. πρωτογόνου δὲ Φάνητος ἀτέρμονα δύσατο μορφήν
  3. καὶ θεὸν ἁζομένη πρωτόσπορον εἴκαθεν Ἥρη
  4. ψευδομένας ἀκτῖνας ὑποπτήσσουσα προσώπου,
  5. οὐδὲ νόθης ἐνόησε δολοπλόκον εἰκόνα μορφῆς·
  6. κουφοτέροις δὲ πόδεσσιν ὀρειάδα πέζαν ἀμείβων,
  7. χερσὶ περιπλεκέεσσι κερασφόρον υἷα κομίζων,
  8. μητρὶ Διὸς γενέταο λεοντοβότῳ πόρε Ῥείῃ,
  9. καί τινα μῦθον ἔειπεν ἀριστώδινι θεαίνῃ·
  10. Δέξο, θεά, νέον υἷα τεοῦ Διός, ὃς μόθον Ἰνδῶν
  11. ἀθλεύσας μετὰ γαῖαν ἐλεύσεται εἰς πόλον ἄστρων,
  12. Ἥρῃ χωομένῃ μεγάλη χάρις· οὐ γὰρ ἐῴκει,
  13. ὃν Κρονίδης ὤδινεν, ἔχειν κουροτρόφον Ἰνώ·
  14. μαῖα Διωνύσοιο Διὸς γενέτειρα γενέσθω,
  15. μήτηρ Ζηνὸς ἐοῦσα καὶ υἱωνοῖο τιθήνη.
  16. ὣς εἰπών ταχύγουνος ἐς οὐρανὸν ἤλυθεν Ἑρμῆς
  17. κυκλώσας βαλίῃσιν ὑπηνέμιον πτερὸν αὔραις·
  18. αὐτογόνου δὲ Φάνητος ὑπέρτερον εἶδος ἀμείψας
  19. ἀρχαίην παλίνορσος ἑὴν ἀνεδύσατο μορφὴν
  20. μητέρι παιδοκόμῳ παλιναυξέα Βάκχον ἐάσας.