Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- κλεψιγάμου Κρονίδαο νεώτερα λέκτρα φυλάσσει;
- ἀλλὰ τί μοι δίμος οὗτος Ὀλύμπιος; εἰς χθόνα βαίνων
- αἰθέρα καλλείψω πατρώιον, ἡμετέρην δὲ
- Θρῄκην ναιετάων οὐ μητέρος ἄλγεα λεύσσω
- ἀχνυμένης, οὐ Ζῆνα γαμοκλόπον· εἰ δέ ποτʼ ἔλθῃ
- γαῖαν ἐς ἡμετέρην ποθέων Βιστωνίδα κούρην,
- γνώσεται, οἷος Ἄρης, ὅτε χώεται· ἡμετέρην γὰρ
- Τιτήνων ὀλέτειραν ἔχων θανατηφόρον αἰχμὴν
- ἐκ Θρῄκης Κρονίωνα γυναιμανέοντα διώξω·
- καὶ πρόφασιν μεφέπων, ὅτι παρθένον εἰς λέχος ἕλκει,
- ἔσσομαι αὐτοκέλευστος ἐμῆς τιμήορος εὐνῆς,
- ὅττι χαμαιγενέεσσιν ὁμιλήσας ὑμεναίοις
- αἰθέρα ποικιλόνωτον ἑῶν ἔπλησεν ἐρώτων.
- οὐρανὸς ἱλήκοι, μερόπων δόμος· ἄξονα βαίνω;
- Καλλιστὼ κατʼ Ὄλυμπον ἑλίσσεται, ἧχι φαείνει
- κύκλος ἀερσιλόφοιο φερώνυμος Ἀρκάδος Ἄρκτου.
- Πλειάδος ἑπταπόρου στυγέω δρόμον· ἐν γὰρ Ὀλύμπῳ
- Ἠλέκτρη κλονέει με συναστράπτουσα Σελήῃ.
- νῦν πόθεν ἠρεμέεις; ὑποκόλπιον υἱέα Λητοῦς
- ἤκαχες Ἀπόλλωνα, καὶ οὐ Διόνυσον ὀρίνεις;