Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τικτομένη, Ἥφαιστε, μογοστόκε Τριτογενείης,
  2. υἷα νόθης ἀλόχοιο λοχεύσεται αὐτοτόκος Ζεὺς
  3. ὠδίνων τόκον ἄλλον ὑπέρτερον ἄρσενι μηρῷ,
  4. οὐδὲ τεοῦ βουπλῆγος ἔτι χρέος. εἶξον, Ἀθήνη,
  5. λῆγε Διὸς βοόωσα λεχώιον ἄντυγα κόρσης,
  6. ὅττι σοφὴν ὠδῖνα τελεσσιγόνοιο καρήνου
  7. αἰσχύνει Διόνυσος, ὅτι χθονίης ἀπὸ φύτλης
  8. ἔσσεται αὐτολόχευτος Ὀλύμπιος, ὥς περ Ἀθήνη,
  9. κρύπτων Παλλάδος εὖχος ἀμήτορος. ἀλλὰ καὶ αὐτὸς
  10. αἰδέομαι πολὺ μᾶλλον, ὅταν μερόπων τις ἐνίψῃ·
  11. Ζεὺς πόρε δῆριν Ἄρηι καὶ εὐφροσύνην Διονύσῳ.
  12. ἀλλὰ πόλον Κρονίδαο νόθοις τεκέεσσιν ἐάσας
  13. ἵξομαι οὐρανόθεν μετανάστιος· ὑγροπαγὴς δὲ
  14. Ἴστρος ἑὸν σκηπτοῦχον ἀλητεύοντα δεχέσθω,
  15. πρὶν Διὸς οἰνοχόον Γανυμήδεα δεῦρο νοήσω,
  16. βουκόλον εὐχαίτην, μετὰ Πέργαμον ἀστὸν Ὀλύμπου,
  17. οὐρανίης ἄψαυστον ἀμειβόμενον δέπας Ἥβης,
  18. πρὶν Σεμέλην καὶ Βάκχον ἴδω ναετῆρας Ὀλύμπου,
  19. καὶ στέφος ἀστερόφοιτον ἐπιχθονίης Ἀριάδνης
  20. σύνδρομον Ἠελίοιο, συνέμπορον ἠριγενείης.