Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔντεσι μιμηλοῖσι, καὶ οἷά περ αἵματος ὁλκῷ
  2. ἄνθεϊ φαρμακόεντι κατέγραφε νῶτα βοείης
  3. ποιητῇ ῥαθάμιγγι, καὶ ὡς κταμένων ἀπὸ φωτῶν
  4. βάψας ἰσοτύπῳ δεδολωμένα δάκτυλα μίλτῳ
  5. χεῖρας ἐρευθιόωντι νόθῳ φοινίσσετο λύθρῳ·
  6. καὶ κτύπον ἐννεάχιλον ἀνήρυγεν ἀνθερεῶνος
  7. σμερδαλέοις στομάτεσσι χέων ῥηξήνορα φωαάν·
  8. κλεψινόοις δʼ ὀάροισιν ἀνεπτοίησεν Ἀθήνην,
  9. καὶ φθονερὴν οἴστρησεν ἔτι πλέον εἰς χόλον Ἥρην·
  10. ἀμφοτέρας δʼ ἐρέθιζε· τόσῳ δʼ ἠνίπαπε μύθῳ·
  11. Δίζεό σοι νέον ἄλλον ἐν αἰθέρι νυμθίον, Ἥρη,
  12. ἄλλον, ἐπεὶ Σεμέλη τεὸν ἥρπασεν, ἧς χάριν εὐνῆς
  13. Θήβης ἑπταπύλοιο γαμήλιον οὖδας ἀμείβων
  14. οὐρανὸν ἑπτάζωνον ἀναίνεται· ἀντὶ σέθεν δὲ
  15. τέρπεται ἀγκὰς ἔχων χθονίην ἐγκύμονα νύμφην.
  16. πῇ μοι ζῆλος ἔβη μητρώιος; ἦ ῥα καὶ αὐτῆς
  17. εἰς Σεμέλης ὑμέναιον ἐθηλύνθη χόλος Ἥρης;
  18. πῇ σέο κέντρα μύωπος ἀφειδέος; οὐκέτι πόντῳ
  19. πόρτις ἁλιπτοίητος ἐλαύνεται; οὐκέτι βούτης
  20. Ἄργος ἀκοιμήτοισι πολυσπερέεσσιν ὀπωπαῖς