Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- κύμβαλον εἰ πλατάγησε, ποδῶν ἐλελίζετο παλμῷ,
- λοξῷ καμπύλον ἴχνος ὑποσκαίρουσα πεδίλῳ·
- εἰ δὲ τανυκραίροιο μεμυκότος ἔκλυε ταύρου,
- ἀντίτυπον μίμημα βοὸς μυκήσατο λαιμῷ·
- πολάκι ποιμενίην ὑπὸ δειράδα θυιάδι φωνῇ
- Πανὶ μέλος συνάειδε καὶ ἔπλετο σύνθροος Ἠχώ,
- καὶ νόμιον κερόεντος ἀμειβομένη κτύπον αὐλοῦ
- εἰς χορὸν ἴχνος ἔκαμψε· πάις δʼ ἀλόχευτος ἐχέφρων
- ἅλμασιν ἐνδομύχοισι συνεσκίρτησε τεκούσῃ
- αὐλομανὲς μίμημα, καὶ αὐτοδίδακτον ἀοιδὴν
- ἡμιτελὴς κελάδησε χέων ὑποκόλπιον ἠχώ.
- ὣς ὁ μὲν ἀρσενόπαιδος ἀέξετο γαστέρος ὄγκῳ
- ἄγγελος εὐφροσύνης, νοερὸν βρέφος· ἀμφὲ δὲ κούρῳ
- ἀμφίπολοι Κρονίωνος ἐπέστεφον οὐρανὸν Ὧραι.
- καὶ Φθόνος ὑψιμέδοντος ὀπιπεύων Διὸς εὐνὴν
- καὶ Σεμέλης ὠδῖνα θεηγενέος τοκετοῖο
- Βάκου ζῆλον ἔδεκτο καὶ ἔνδοθι γαστρὸς ἐόντος,
- αὐτοπαθὴς ἄστοργος ἑῷ βεβολημένος ἰῷ.
- καὶ φρενὶ κερδαλέῃ δκολιὴν ἐφράσσατο βουλὴν
- Ἄρεος ἀντιτύποιο φέρων ψευδήμονα μορφὴν