Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σύμπλοος ἀσταθέεσσιν ἐνήχετο χηλὸς ἀήταις.
  2. οὐδὲ μετὰ Κρήτην πάλιν ἔπλεε ταῦρος Ὀλύμπου,
  3. οὐκ ἴδεν Εὐρώπην μετὰ δέμνιον· ὑγροβαφὴς δὲ
  4. οἰστρηθεῖσα μύωπι κερασφόρος ἔπλεεν Ἰώ.
  5. οὐδὲ θεὰ γάμον εἶχεν ἐλεύθερον, ἀλλὰ καὶ αὐτὴ
  6. γαστέρι φόρτον ἔχουσα πολύστροφος ἔτρεχε Λητώ,
  7. ἄστατα παπταίνουσα πολυπλανέων σφυρὰ νήσων
  8. καὶ ῥόον οὐ μίμνοντα κακοξείνοιο θαλάσσης,
  9. καὶ λοχίης μόγις εἶδεν ἐλεύθερον ἔρνος ἐλαίης.
  10. Λητὼ τόσσα μόγησε, καὶ οὐ χραίσμησεν ἀκοίτης·
  11. θνητῆς δʼ ὠκυμόροιο μιῆς διὰ δέμνια νύμφης
  12. οὐρανίης ἀπέειπε κασιγνήτης λέχος Ἥρης.
  13. δείδια, μὴ Κρονίδης με πόσις καὶ γνωτὸς ἀκούων
  14. αἰθέρος ἐξελάσειε γυναικείης χάριν εὐνῆς,
  15. μὴ Σεμέλην τελέσειεν ἑοῦ βασίλειαν Ὀλύμπου.
  16. εἰ δὲ Διὶ Κρονίωνι χαρίζεαι, ἠέ περ Ἥρῃ,
  17. μηδὲ τεὴν ὀπάσειας ἐμοὶ πανθελγέα μίτρην,
  18. ὄφρα μόλῃ πρὸς Ὄλυμπον ἐμὸς πάλιν υἱὸς ἀλήτης,
  19. ὑστατίην ἐπὶ πέζαν ἐλεύσομαι Ὠκεανοῖο
  20. αἰθέρα καλλείψασα χάριν βροτέων ὑμεναίων