Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τῇ ἔνι δαίδαλα πάντα βροτῶν θελκτήρια κεῖται·
  2. ἐν μὲν ἐπικλοπίη πολυμήχανος, ἐν δʼ ὀαριστὺς
  3. πάρφασις, ἐν δὲ δόλοι πολυειδέες, ἐν δὲ καὶ αὐτὸς
  4. σύνδρομος ἠερίοις ἀπατήλιος ὅρκος ἀήταις.
  5. καὶ δολίην Ἀπάτην δολίῳ μειλίξατο μύθῳ
  6. Ἥρη ποικιλόμητις, ἀμυνομένη παρακοίτην·
  7. χαῖρε, θεὰ δολόμητι δολοπλανές· οὔ σε καὶ αὐτὸς
  8. κλεψινόοις ὀάροισι παρέρχεται αἱμύλος Ἑρμῆς·
  9. δὸς καὶ ἐμοὶ ζωστῆρα παναίολον, ὅν ποτε Ῥείη
  10. δῆσεν ἑαῖς λαγόνεσσιν, ἕως ἀπάφησεν ἀκοίτην.
  11. οὐ μὲν ἐγὼ Κρονίωνι φέρω πετρώδεα μορφήν,
  12. οὐδὲ λίθῳ δολόεντι παρακλέπτω παρακοίτην,
  13. ἀλλὰ γυνὴ χθονίη με βιάζεται, ἧς χάριν εὐνῆς
  14. θοῦρος Ἄρης βαρύμηνις ἀναίνεται αἰθέρα ναίειν.
  15. τί πλέον, εἰ γενόμην θεὸς ἄμβροτος; οὐτιδανὴ γὰρ
  16. θνητὴ ἐμὸν πόσιν ἔσχε, τὸν οὐ θεὸς ἥρπασε Λητώ·
  17. οὐ Δανάῃ παρίαυε τὸ δεύτερον ὑέτιος Ζεύς,
  18. ἀλλὰ σιδηροφόροιο μετὰ σφρηγῖδα μελάθρου
  19. μεμφομένη χρυσέοισι γάμοις ναυτίλλετο νύμφη,
  20. καὶ λάχεν ἕδνον Ἔρωτος ὕδωρ ἁλός· ἐν δὲ θαλάσσῃ