Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Τηθύος ἀρχεγόνοιο συνέστιος· ἔνθεν ἱκάνω
- εἰς δόμον Ἁρμονίης, καὶ Ὀφίονος ἐγγύθι μίμνω.
- ἀλλὰ σύ, κυδαίνουσα Διὸς παμμήτορα νύμφην,
- δός μοι ἔχειν ζωστῆρα βοηθόον, ὄφρα φυγόντα
- θέλξω θοῦρον Ἄρηα τὸ δεύτερον αἰθέρα ναίειν.
- ὣς φαμένης ἀπάμειπτο θεὰ πειθήμονι μύθῳ
- Μῆτερ Ἐνυαλίοιο, Διὸς πρωτόθρονε νύμφη,
- δώσω ἐμὸν ζωστῆρα, καὶ εἰ πλέον ἄλλο κελεύεις
- πείθομαι, ὅττι θεοῖσι μετὰ Κρονίωνος ἀνάσσεις.
- δέχνυσο τοῦτον ἱμάντα· περισφίγξασα δὲ κόλπῳ
- Ἄρεα μὲν κομίσειας ἐς οὐρανόν· ἢν δʼ ἐθελήσῃς,
- θέλγε νόον Κρονίδαο καὶ, εἰ χρέος, Ὠκεανοῖο
- χωομένου· χθονίων δὲ λιπὼν ὑμέναιον Ἐρώτων
- ἵξεται αὐτοκέλευστος ἐς οὐρανὸν ὑψιμέδων Ζεὺς
- ἡμετέρῳ δολόεντι περιγνάμψας φρένα κεστῷ·
- οὗτος ἐμῆς Παφίης φρενοθελγέα κεστὸν ἐλέγχει.
- ὣς φαμένη δολόμητις ὑπηνέμιος φύγε δαίμων
- ἠέρα πωτήεντι διαστείχουσα πεδίλῳ.
- Δικταίης δὲ λιποῦσα σακέσπαλον ἄντρον ἐρίπνης
- καὶ λοχίην σπήλυγγα τελεσσιγόνοιο θεαίνης