Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ χθονὸς ὑγρὰ μέτωπα χέων πολυδίψιον αἴγλην
- ἠέλιος ξήραινε· παχυνομένων δὲ ῥοάων
- θερμοτέραις ἀκτῖσιν ἐχερσώθη πάλιν ἰλὺς
- οἷα πάρος. βροτέῃ δὲ τετυγμένα μείζονι τέχνῃ
- ἄστεα λαϊνέοισιν ἐνεστήρικτο θεμέθλοις,
- δωμήθη δὲ μέλαθρα, νεοκτίστων δὲ πολήων
- ἀρτιγόνοις μερόπεσσιν ἐρυμνώθησαν ἀγυιαί.
- καὶ φύσις ἂψ ἐγέλασσε· συνιπταμένων δὲ θυέλλαις
- ὀρνίθων πτερύγεσσιν ἐρετμώθη πάλιν ἀήρ.
- ἕβδομον ἱκεσίην πολιὴν Αἰῶνος ἀείδει καὶ Σεμέλην καὶ ἔρωτα Διὸς καὶ φώριον εὐνήν.
- ἤδη δʼ ἀενάοιο βίου παλιναυξέι καρπῷ
- ἄρσενα θηλυτέρῃ γόνιμον σπόρον αὔλακι μίξας
- ἄσπορον ἤροσε κόσμον Ἔρως, φιλότητος ἀροτρεύς·
- καὶ φύσις ἐρρίζωτο, τιθηνήτειρα γενέθλης,
- καὶ χθονὶ πῦρ κεράσασα καὶ ἠέρι σύμπλοκον ὕδωρ
- ἀνδρομέην μόρφωσε γονὴν τετράζυγι δεσμῷ.
- ἀλλὰ βίον μερόπων ἑτερότροπος εἶχεν ἀνίη
- ἀρχόμενον καμάτοιο καὶ οὐ λήγοντα μερίμνης.
- καὶ Διὶ παμμεδέοντι δυηπαθέων γένος ἀνδρῶν
- ἄμμορον εὐφροσύνης ἐπεδείκνυε σύντροφος Αἰών·