Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- αἰθομένην Διὸς ὄμβρος ὅλην χθόνα καὶ φλόγα πόντου
- καὶ ποταμοὺς ἐκάθηρεν, ἀπʼ Ἀλφειοῖο δὲ μούνου
- οὐτιδανὸν Παφίης οὐκ ἔσβεσεν ἁπτόμενον πῦρ.
- ἔμπης, εἰ κλονέει με τόσος ῥόος, εἰ πυρὶ κάμνω,
- βαιὸν ἐμῆς ὀδύνης πέλε φάρμακον, ὅττι καὶ αὐτὸς
- πλάζεται ἁβρὸς Ἄδωνις ἀνιάζων Ἀφροδίτην.
- οὔ πω μῦθος ἔληγε, φόβος δʼ ἐβιήσατο φωνήν.
- καὶ τότε Δευκαλίων περόων ὑψούμενον ὕδωρ
- ναυτίλος ἦν ἀκίχητος, ἔχων πλόον ἠεροφοίτην,
- καὶ στόλος αὐτοκέλευθος ἄτερ ποδός, ἄμμορος ὅρμου,
- λάρνακος αὐτοπόροιο κατέγραφε δύσνιφον ὕδωρ.
- καί νύ κε κόσμος ἄκοσμος ἐγίνετο, καί νύ κεν ἀνδρῶν
- ἄσπορον ἁρμονίην ἀνελύσατο πάντροφος Αἰών·
- ἀλλὰ Διὸς ζαθέοις ὑπό νεύμασι κυανοχαίτης
- Θεσσαλικοῦ σκοπέλοιο μεσόμφαλον ἄκρον ὀρύξας
- γειοτόμῳ τριόδοντι διέσχισε, καὶ διὰ μέσσου
- ῥηγνυμένου πρηῶνος ἐχάζετο μάρμαρον ὕδωρ·
- καὶ χύσιν ὑψικέλευθον ἀπωσαμένη νιφετοῖο
- γαῖα φάνη παλίνορσος· ἐλαυνομένων δὲ ῥεέθρων
- εἰς βυθίους κευθμῶνας ἐγυμνώθησαν ἐρίπναι.