Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὔ πω γὰρ τοκετοῖο λεχώια νήματα λύσας
  2. Βάκχον ἀνηκόντιζε πατὴρ ἐγκύμονι μηρῷ,
  3. ἀνδρομέης ἄμπαυμα μεληδόνος· οὐ τότε λοιβὴ
  4. ἠερίους ἐμέθυσσε πόρους εὐώδεϊ καπνῷ
  5. οἰνοβαφής, στεφάνους δὲ θεῶν λειμωνίδι ποίῃ
  6. θυγατέρες λυκάβαντος ἀτερπέες ἔπλεκον Ὧραι·
  7. οἴνου γὰρ χρέος ἦεν· ἀβακχεύτου δὲ χορείης
  8. ἡμιτελὴς ἀνόνητος ἔην χάρις· ἀγρομένων γὰρ
  9. ὄμματα μοῦνον ἔθελγεν, ὅτε στροφάδεσσιν ἐρωαῖς
  10. ὀρχηστὴρ πολύκυκλος ἑλίσσετο λαίλαπι ταρσῶν,
  11. νεύματα μῦθον ἔχων, παλάμην στόμα, δάκτυλα φωνήν.
  12. ἀλλὰ Διὸς πετάσας ἐπὶ γούνασι λευκάδα χαίτην
  13. αἰὼν ποικιλόμορφος, ἔχων κληῖδα γενέθλης,
  14. ἱκεσίης ὀρέγεν κεχαλασμένον ὁλκὸν ὑπήνης,
  15. εἶχε λιτάς· δαπέδῳ δὲ καθελκομένοιο καρήνου
  16. ἐκταδίην ἔθλιψε ῥάχιν κυρτούμενος αὐχήν·
  17. καὶ ποδὸς ὀκλάζοντος ἀτέρμονα χεῖρα τιταίνων
  18. ἀενάου βιότοιο γέρων ἐφθέγξατο ποιμήν·
  19. Ζεῦ ἄνα, καὶ σὺ δόκευε κατηφέος ἄλγεα κόσμου.
  20. οὐχ ὁράᾳς, ὅτι γαῖαν ὅλην οἴστρησεν Ἐνυὼ