Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἀλφειῷ δυσέρωτι συνήντετο Νεῖλος ἀλήτης,
  2. ὧν ὁ μὲν εὐκάρποιο διʼ αὔλακος ἤθελεν ἕρπειν
  3. τέρπων ἰκμαλέοισι φιλήμασι διψάδα νύμφην,
  4. ὅς δὲ παραΐξας προτέρην ὁδὸν ἠθάδος ἄγρης
  5. ἀχνύμενος πεφόρητο· συνερπύζοντα δὲ λεύσσων
  6. Πύραμον ἱμερόεντα τόσην ἀνενείκατο φωνήν·
  7. Νεῖλε, τί κεν ῥέξαιμι καλυπτομένης Ἀρεθούσης;
  8. Πύραμε, τί σπεύδεις; τίνι κάλλιπες ἠθάδα Θίσβην;
  9. ὄλβιος Εὐφρήτης, ὅτι μὴ λάχε κέντρον Ἐρώτων.
  10. ζῆλον ἔχω καὶ δεῖμα μεμιγμένον· ὑδατόεις γὰρ
  11. ἱμερτῇ παρίαυε τάχα Κρονίδης Ἀρεθούσῃ·
  12. δείδια, μὴ προχοῇσι τεὴν νυμφεύσατο Θίσβην.
  13. Πύραμος, Ἀλφειοῖο παραίφασις, ἡμέας ἄμφω
  14. οὐ Διὸς ὄμβρος ὄρινεν, ὅσον βέλος ἀφρογενείης.
  15. ἕσπεό μοι φιλέοντι, [*](Φαέθοντι MSS., χατέοντι Ludwich, others φιλεοντι, φλεγέθοντι, etc.) Συρηκοσίης δʼ Ἀρεθούσης
  16. ἴχνια μαστεύσω, σὺ δέ, Πύραμε, δίζεο Θίσβην.
  17. ἀλλʼ ἐρέεις, ὅτι γαῖα τινάσσεται, ὅττι χαλέπτει
  18. οὐρανός, ὅττι θάλασσα βιάζεται, ὅττι καὶ αὐτὸς
  19. ἄπλοος ἀφριόωντι ῥόῳ κυμαίνεται αἰθήρ·
  20. οὐκ ἀλέγω νιφετοῖο μεμηνότος. ἆ μέγα θαῦμα·