Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μή με μάτην ἐρέεινε, τί σήμερον ἐνθάδε βαίνω·
  2. ἄλλον ἐμοὶ πλόον εὗρεν ὑπέρτερον ὑέτιος Ζεύς.
  3. καὶ γλυκερήν περ ἐοῦσαν ἔα Κύκλωπος ἀοιδήν.
  4. οὐκέτι μαστεύω Σικελὴν ἅλα· τοσσατίου γὰρ
  5. τάρβος ἔχω νιφετοῖο καὶ οὐκ ἀλέγω Πολυφήμου.
  6. εἶπε, καὶ ὑγροπόροιο παρήλυθε Πανὸς ἐναύλους.
  7. πυκνά δὲ κυμαίνοντος ἀμαιμακέτου νιφετοῖο
  8. πᾶσα πόλις, πᾶς δῆμος ἔην ῥόος· οὐδέ τις ἀγκὼν
  9. ἄβροχος ἦν, οὐ γυμνὸς ἔην λόφος, οὐ ῥίον Ὄσσης,
  10. οὐ τότε Πήλιον ἄκρον· ὑπὸ τριλόφῳ δὲ κολώνῃ
  11. Τυρσηνὸς κελάδησεν· ἱμασσομένοιο δὲ πόντου
  12. Ἀδριάδες Σικελοῖσιν ἐρόχθεον ὕδασι πέτραι
  13. ὀμβρηροῖς ῥοθίοισιν. ἐν ἠερίῃ δὲ κελεύθῳ
  14. μαρμαρυγαὶ Φαέθοντος ἐθηλύνοντο ῥεέθροις·
  15. ζώνῃ δʼ ἑβδομάτῃ χθαμαλῆς ὑπὲρ ἄντυγα πέζης
  16. κύμασιν ἠλιβάτοισι σέλας ψύξασα Σελήνη
  17. μυδαλέων ἀνέκοψε λελουμένον αὐχένα ταύρων·
  18. ἀστραίῃ δὲ φάλαγγι μεμιγμένον ὄμβριον ὕδωρ
  19. λευκοτέρην ποίησε Γαλαξαίην ἴτυν ἀφρῷ.
  20. καὶ ῥοθίῳ γονόεντι χέων ἑπτάστομον ὕδωρ