Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἴκελος οἰστρηθέντι, νέον δέ οἱ ἄνθος ἰούλων
- ἀκροκελαινιόωντα κατέγραφε κύκλα προσώπου·
- πῇ δὲ χόλῳ δασπλῆτι λέων μιμηλὸς ἰάλλων
- φρικαλέον βρύχημα σεσηρότι μαίνετο λαιμῷ,
- ὀρθώσας πυκινῇσι κατάσκιον αὐχένα χαίταις,
- ἀμφελελιζομένης λασιότριχος ὑψόθι νώτου
- αὐτομάτῃ μάστιγι περιστίζων δέμας οὐρῆς·
- ἔνθα λεοντείοιο λιπὼν ἴνδαλμα προσώπου
- ὑψιλόφῳ χρεμετισμὸν ὁμοίιον ἔβρεμεν ἵππῳ
- ἄζυγι, γαῦρον ὀδόντα μετοχμάζοντι χαλινοῦ,
- καὶ πολιῷ λεύκαινε περιτρίβων γένυν ἀφρῷ·
- ἄλλοτε ῥοιζήεντα χέων συριγμὸν ὑπήνης
- ἀμφιλαφὴς φολίδεσσι δράκων ἐλέλικτο κεράστης,
- γλῶσσαν ἔχων προβλῆτα κεχηνότος ἀνθερεῶνος,
- καὶ βλοσυρῷ Τιτῆνος ἐπεσκίρτησε καρήνῳ
- ὁρμὸν ἐχιδνήεντα περίπλοκον αὐχένι δήσας·
- καὶ δέμας ἑρπηστῆρος ἀειδίνητον ἐάσας
- τίγρις ἔην, στίξας δέμας αἰόλον· ἄλλοτε ταύρῳ
- ἰσοφυής, στομάτων δὲ νόθον μυκηθμὸν ἰάλλων
- θηγαλέῃ Τιτῆνας ἀνεστυφέλιξε κεραίῃ.