Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- σείων δαυλὰ γένεια· παρισταμένων δὲ θυρέτρῳ
- εὔνασεν ἰσοτύπων πεφορημένος ὄμμα δρακόντων---
- καὶ γαμίαις γενύεσσι δέμας λιχμάζετο κούρης
- μείλιχος. αἰθερίων δὲ δρακοντείων ὑμεναίων
- Περσεφόνης γονόεντι τόκῳ κυμαίνετο γαστήρ,
- Ζαγρέα γειναμένη, κερόεν βρέφος, ὃς Διὸς ἕδρης
- μοῦνος ἐπουρανίης ἐπεβήσατο, χειρὶ δὲ βαιῇ
- ἀστεροπὴν ἐλέλιζε νεηγενέος δὲ φορῆος
- νηπιάχοις παλάμῃσιν ἐλαφρίζοντο κεραυνοί.
- οὐδὲ Διὸς θρόνον εἶχεν ἐπὶ χρόνον· ἀλλά ἑ γύψῳ
- κερδαλέῃ χρισθέντες ἐπίκλοπα κύκλα προσώπου
- δαίμονος ἀστόργοιο χόλῳ βαρυμήνιος Ἥρης
- Ταρταρίῃ Τιτῆνες ἐδηλήσαντο μαχαίρῃ
- ἀντιτύπῳ νόθον εἶδος ὀπιπεύοντα κατόπτρῳ.
- ἔνθα διχαζομένων μελέων Τιτῆνι σιδήρῳ
- τέρμα βίου Διόνυσος ἔχων παλινάγρετον ἀρχὴν
- ἀλλοφυὴς μορφοῦτο πολυσπερὲς εἶδος ἀμείβων,
- πῇ μὲν ἅτε Κρονίδης δόλιος νέος αἰγίδα σείων,
- πῇ δὲ γέρων βαρύγουνος ἅτε Κρόνος ὄμβρον ἰάλλων·
- ἄλλοτε ποικιλόμορφον ἔην βρέφος, ἄλλοτε κούρῳ