Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ ψυχῆς προμάχιζεν, ἕως ζηλήμονι λαιμῷ
  2. τρηχαλέον μύκημα διʼ ἠέρος ἔβρεμεν Ἥρη,
  3. μητρυιὴ βαρύμηνις, ἰσοφθόγγῳ δὲ θεαίνῃ
  4. αἰθέριον κελάδημα πύλαι κανάχιζον Ὀλύμπου,
  5. καὶ θρασὺς ὤκλασε ταῦρος· ἀμοιβαίῃ δὲ φονῆες
  6. ταυροφυῆ Διόνυσον ἐμιστύλλοντο μαχαίρῃ.
  7. Ζεὺς δὲ πατήρ, προτέροιο δαϊζομένου Διονύσου
  8. γινώσκων σκιόεντα τύπον δοδίοιο κατόπτρου,
  9. μητέρα Τιτήνων ἐλάσας ποινήτορι πυρσῷ
  10. Ζαγρέος εὐκεράοιο κατεκλήισσε φονῆας
  11. Ταρταρίῳ πυλεῶνι· καὶ αἰθομένων ἀπὸ δένδρων
  12. θερμὰ βαρυνομένης ἐμαραίνετο βόστρυχα γαίης.
  13. ἀντολίην δʼ ἔφλεξε καὶ αἰθαλόεντι βελέμνῳ
  14. αἴθετο Βάκτριον οὖδας ἑώιον, ἀγχιπόροις δὲ
  15. κύμασιν Ἀσσυρίοισιν ἐδαίετο Κάσπιον ὕδωρ,
  16. Ἰνδῷοί τε τένοντες· Ἐρυθραίοιο δὲ κόλπου
  17. ἔμπυρα κυμαίνοντος Ἄραψ θερμαίνετο Νηρεύς.
  18. καὶ δύσιν ἀντικέλευθον ἑῷ πρήνιξε κεραυνῷ
  19. Ζεὺς πυρόεις φιλότεκνος· ὑπὸ Ζεφύροιο δὲ ταρσῷ
  20. ἡμιδαὴς σέδας ὑγρὸν ἀπέπτυεν ἑσπερὶς ἅλμη,