Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δάκρυσιν ἀενάοισιν ἐλούσατο φάρεα νύμφη.
  2. καὶ κύνες Ἀκταίωνος ἀπὸ σκοπέλοιο μολόντες
  3. μῦθον ἐπιστώσαντο δυσάγγελον· ἠιθέου γὰρ
  4. δάκρυσι σιγαλέοισιν ἐμαντεύοντο τελευτήν.
  5. μυρομέους δʼ ὁρόωσα πολὺ πλέον ἔστενε μήτηρ·
  6. καὶ πολιὴν πλοκαμίδα λέρων ἀπεκείρατο Κάδμος,
  7. Ἁρμονίη δʼ ἰάχησε· φιλοκλαύαύτων δὲ γυναικῶν
  8. συμφερτὴ βαρύδουπος ὅλον δόμον ἔβπεμεν ἠχώ.
  9. Αὐτονόη δʼ ὁμόφοιτος Ἀρισταίῳ παρακοίτῃ
  10. ἤιε μαστεύουσα πολύπλανα λείψανα νεκροῦ·
  11. εἶδε καὶ οὐ γίνωσκεν ἑὸν γόνον, ἔδρακε μορφὴν
  12. δαιδαλέης ἐλάφοιο καὶ οὐκ ἴδεν ἀνδρὸς ὀπωπήν,
  13. πολλάκι δʼ ἀγνώστοιο παρέστιχεν ὀστέα νεβροῦ
  14. ἐν χθονὶ κεκλιμένοιο καὶ οὐ μάθεν· ὀλλυμένου γὰρ
  15. παιδὸς ἑοῦ δοκέεσκεν ἰδεῖν βροτοειδέα μορφήν.
  16. δύσμορον Αὐτονόην οὐ μέμφομαι· ἀλλοφυῆ γὰρ
  17. λείψανα παιδὸς ὄπωπεν, ἀτεκμάρτου δὲ προσώπου
  18. γαμφηλὰς ἐνόησε καὶ οὐκ ἴδε κύκλον ὀπωπῆς,
  19. καὶ κεράων ἔψαυσε καὶ υἱέος οὐ μάθε κόσην·
  20. λεπταλέους πόδας εὗρε καὶ οὐκ ἐφράσσατο ταρσούς,