Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λεπταλέους πόδας εἶδε καὶ οὐκ ἴδε κύκλα πεδίλων.
  2. δύσμορον Αὐτονόην οὐ μέμφομαι· οἰχομένου γὰρ
  3. ὀφθαλμοὺς βροτέους οὐκ ἔδρακεν, οὐκ ἴδε μορφῆς
  4. ἀνδρομέης ἴνδαλμα, καὶ οὐκ ἐνόηδεν ἰούλων
  5. ἄνθεϊ πορφυρέῳ κεχαραγμένον ἀνθερεῶνα.
  6. φοιταλέοις δὲ πόδεσσι διερχομένη ῥάχιν ὕλης
  7. τρηχαλέης ἐπάτησε δυσέμβατα νῶτα κολώνης·
  8. λυσιχίτων ἀπέδιλος· ὀριπλανέων δʼ ἀπὸ μόχθων
  9. νόστιμος εἰς δόμον ἦλθεν· ἐπʼ ἀπρήκτῳ δὲ μενοινῇ
  10. ἀχνυμένη μόγις εὗδε σὺν αἰνοτόκῳ παρακοίτῃ.
  11. ἄμφω δὲ σκιεροῖσιν ἐφωμίλησαν ὀνείροις,
  12. ὄμμασιν ἁρπάξαντες ἀηδονίου πτερὸν Ὕπνου.
  13. ψυχὴ δʼ ἠιθέοιο κατηφέι πατρὶ παρέστη
  14. στικτὸν ἔχων ἐλάφου σκιόεν δέμας, ἐκ βλεφάρων δὲ
  15. ἔμφρονα δάκρυα χεῦε, καὶ ἀνδρομέῃ φάτο φωνῇ·
  16. Ὦ πάτερ, ὑπνώεις, καὶ ἐμὴν οὐκ οἶδας ἀνάγκην·
  17. ἔγρεο καὶ γίνωσκε νόθην ἄγνωστον ὀπωπήν,
  18. ἔγρεο καὶ πήχυνε φίλης ἐλάφοιο κεραίην,
  19. καὶ κύσον ἔμφρονα θῆρα, τὸν Αὐτονόης τέκε γαστήρ.
  20. αὐτὸν ὀπιπεύεις με, τὸν ἔτρεφες· ἀμφότερον γὰρ