Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἴθε λέων με δάμασσεν ὀρίδρομος, αἴθέ με σύρων
  2. πόρδαλις αἰολόνωτος ἀνέσχισεν, αἴθέ με πικροῖς
  3. ἀμφιπαγεῖς ὀνύχεσσιν ἀφειδέσι λυσσάδες ἄρκτοι
  4. νεβροφανῆ χαροποῖσιν ἐδαιτρεύσαντο γενείοις,
  5. μηδὲ κύνες με δάμασσαν ὁμήθεες· οὐκέτι μορφήν,
  6. οὐκέτι γινώσκουσιν ἐμὴν ἑτερόθροον ἠχώ.
  7. ἡμιθανὴς τάδʼ ἔλεξε, καὶ οὐκ ἀίοντα λιτάων
  8. θηρείῃ κύνα μάργον ἐλίσσετο πενθάδι φωνῇ·
  9. μύθους μὲν προέηκεν ἐχέφρονας, ἀντὶ δὲ φωνῆς
  10. ἀνδρομέης κελάδησεν ἀσημάντου θρόος ἠχοῦς.
  11. ἤδη δʼ αὐτοτέλεστος ὀρεστιὰς ἵπτατο Φήμη
  12. Αὐτονόῃ βοόωσα κυνοσπάδα παιδὸς ἀνάγκην,
  13. οὐ μὲν ὅπως ἐλάφοιο δασύτριχα δύσατο μορφήν,
  14. ἀλλʼ ὅτι μοῦνον ὄλωλε. φιλοστόργῳ δὲ μενοινῇ
  15. νήλιπος ἀκρήδεμνος ἱμάσσετο πένθεϊ μήτηρ·
  16. καὶ πλοκάμους ἐδάιξεν, ὅλον δʼ ἔρρηξε χιτῶνα,
  17. πενθαλέοις δʼ ὀνύχεσσιν ἑὰς ἐχάραξε παρειὰς
  18. αἵματι φοινίξασα, κατὰ στέρνοιο δὲ γυμνοῦ
  19. παιδοκόμων ἐρύθηνε φερέσβιον ἄντυγα μαζῶν
  20. μνησαμένη τοκετοῖο· φιλοθρήνου δὲ προσώπου