Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὑμετέρῳ προβλῶτες ἐπῃώρηντο κεραῖαι·
  2. ζώεις σῶν βλεφάρων ὀλέσας φάος· ὑμετέρων δὲ
  3. ὀφθαλμῶν ἀμάρυγμα νόῳ μετέθηκεν Ἀθήνη·
  4. χώεται ἰοχέαιρα κακώτερα Τριτογενείης.
  5. αἴθέ μοι ἄλγος ὄπασσεν ὁμοίιον, αἴθε καὶ αὐτὴ
  6. ὄμμασιν ἡμετέροισιν ἐπέχραεν ὥς περ Ἀθήνη,
  7. αἴθε νόον μετάμειψεν, ἅ περ δέμας· ἀλλοφυὴς γὰρ
  8. μορφὴ θηρὸς ἔχει με, καὶ ἀνέρος ἦθος ἀέξω.
  9. σφωιτέρῳ πότε θῆρες ἐπιστενάχουσιν ὀλέθρῳ;
  10. ἀφραδέες ζώουσι καὶ οὐ νοέουσι τελευτήν.
  11. μοῦνος ἐγὼ μεθέπω πινυτὸν νόον· ὀλλύμενος δὲ
  12. ὀφρύσι θηρείῃσιν ἐχέφρονα δάκρυα λείβω.
  13. ἄγριοι ἄρτι γένεσθε κύνες πλέον· οὔ ποτε τόσσον
  14. ἅλματι λυσσήεντι κατεσσεύεσθε λεόντων.
  15. αἴλινον Ἀκταίωνι, φίλαι, φθέγξασθε, κολῶναι,
  16. ναί, λίτομαι, καὶ θῆρες ὁμοίιον· εἰπέ, Κιθαιρών,
  17. Αὐτονόῃ, τά περ εἶδες, Ἀρισταίῳ δὲ τοκῆι
  18. δάκρυσι πετραίοισιν ἐμὴν ἀγόρευε τελευτὴν
  19. καὶ κύνας οἰστρηθέντας ἀφειδέας. ὤμοι ἀνάγκης,
  20. αὐτὸς ἐμαῖς παλάμῃσιν ἐμοὺς ἔθρεψα φονῆας.