Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. φύετο μακρὰ κόρυμβα τανυπτόρθοιο κεραίης,
  2. καὶ στικτοῖς μελέεσσι νόθη ποικίλλετο μορφή,
  3. καὶ λάσιον δέμας εἶχεν· ἀελλήεντι δὲ νεβρῷ
  4. εἰσέτι μοῦνος ἔην νόος ἔμπεδος· ὠκυπόρῳ δὲ
  5. ἔτρεχεν ἀξείνοιο διʼ οὔρεος ἅλματι χηλῆς,
  6. θηρητὴρ τρομέων θηρήτορας. ἀλλοφθῆ δὲ
  7. οὐκέτι τὸν πρὶν ἄνακτα κύνες μάθον· ἀχνυμένης γὰρ
  8. νεύμασιν ἀτρέπτοισι βαρύφρονος ἰοχεαίρης
  9. φοιτάδος οἰστρήεντι μεμηνότες ἄσθματι λύσσης
  10. νεβροφόνων ἐχάραξαν ὁμόζυγον ὄγμον ὀδόντων,
  11. ψευδομένῃ δʼ ἐλάφοιο παραπλαγχθέντες ὀπωπῇ
  12. στικτὸν ἐθοινήσαντο νόθον δέμας ἄφρονι λύσσῃ.
  13. καὶ θεὸς ἄλλο νόησε, κύνας βραδέεσσι γενείοις
  14. ἔμπνοον Ἀκταίωνα κεκασμένον ἔμφρονι θυμῷ
  15. δαρδάπτειν κατὰ βαιόν, ἵνα φρένα μᾶλλον ἀμύξῃ
  16. ὀξυτέραις ὀδύνῃσιν· ὑπὸ βροτέῃ δὲ μενοινῇ
  17. πότμον ἑὸν στενάχων κινυρῇ βρυχήσατο φωνῇ·
  18. Ὄλβιε Τειρεσία, σὺ γὰρ ἔδρακες ἐκτὸς ὀλέθρου
  19. γυμνὸν ἀναινομένης οἰκτίρμονος εἶδος Ἀθήνης·
  20. οὐ θάνες, οὐκ ἐλάφοιο δέμας λάχες, οὐδὲ μετώπῳ