Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἤρκεσεν, οὐ βελέων σκοπὸς ὄρθιος, οὐ δόλος ἄγρης·
  2. ἀλλά μιν ὤλεσε Μοῖρα, κυνοσπάδα νεβρὸν ἀλήτην,
  3. Ἰνδῴην μετὰ δῆριν ἔτι πνείοντα κυδοιμοῦ,
  4. εὖτε τανυπρέμνοιο καθήμενος ὑψόθι θηγοῦ
  5. λουομένης ἐνόησεν ὅλον δέμας ἰοχεαίρης,
  6. θηητὴρ δʼ ἀκόρητος ἀθηήτοιο θεαίνης
  7. ἁγνὸν ἀνυμφεύτοιο δέμας διεμέτρεε κούρης
  8. ἀγχιφανής· καὶ τὸν μὲν ἀνείμονος εἶδος ἀνάσσης
  9. ὄμματι λαθριδίῳ δεδοκημένον ὄμματι λοξῷ
  10. νηιὰς ἀκρήδεμνος ἀπόπροθεν ἔδρακε Νύμθη,
  11. ταρβαλέη δʼ ὀλόλυξεν, ἑῇ δʼ ἤγγειλεν ἀνάσσῃ
  12. ἀνδρὸς ἐρωμανέος θράσος ἄγριον· ἡμιφανὴς δὲ
  13. Ἄρτεμις ἁρπάξασα σὺν εἵματι κυκλάδα μίτρην
  14. παρθενίῳ ζωστῆρι σαόφρονας ἔσκεπε μαζούς,
  15. καὶ διεροῖς μελέεσσιν ἔσω δύνουσα ῥεέθρων
  16. αἰδμένη κατὰ βαιὸν ὅλον δέμας ἔκρυφε κούρη.
  17. Ἀκταίων βαρύποτμε, δὲ μὲν λίπεν αὐτίκα μορφὴ
  18. ἀνδρομέη, πισύρων δὲ ποδῶν ἐδιχάζετο χηλή,
  19. καὶ τανασὶ γναθμοῖν ἐμηκύνοντο παρειαί,
  20. κνῆμαι ἐλεπτύνοντο, καὶ ἀυκύλα δοιὰ μετώπῳ