Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- τὸν μὲν Ἔρως πόμπευεν ἐς Ἀονίους ὑμεναίους,
- Φοίβου Κήιον υἷα· βοοστίκτου δὲ θυηλῆς
- πᾶσα πόλις στεφθεῖσα, καὶ ἰθυτμῆτες ἀγυιαὶ
- ὀρχηθμῷ μεμέληντο, παρὰ προπύλαια δὲ παστοῦ
- εἰλιπόδην ὑμέναιον ἐπερρώσαντο πολῖται,
- καὶ μέλος ἱμερόφωνον ἀνεκρούσαντο γυναῖκες,
- καὶ γαμίῃ σύριγγι συνέκλαγον Ἄονες αὐλοί.
- ἔνθεν Ἀρισταίοιο καὶ Αὐτονόης ἀπὸ λέκτρων
- Ἀκταίων ἀνέτελλε· φιλοσκοπέλῳ δὲ μενοινῇ
- Ἀγρέος αἷμα φέρων ἀπεμάξατο πάτριον ἄγρην,
- Ἀρτέμιδος θεράπων ὀρεσίδρομος—οὐ νέμεσις δὲ
- δύσμορον Ἀκταίωνα μαθεῖν μελεδήματα θήρης
- υἱωνὸν γεγαῶτα λεοντοφόνοιο Κυρήνης—·
- οὔ ποτέ μιν φύγεν ἄρκτος ὀρεστιάς, οὐδέ μιν αὐτῆς
- λοίγιον ἐπτοίησε λεχωίδος ὄμμα λεαίνης·
- πολλάκι δʼ ὑψιπότητον ἐπιθρῴσκοντα δοκεύων
- πόρδαλιν ἐπρήνιξεν· ἀεὶ δέ μιν ὑψόθι λόχμης
- ὄμμασι θαμβαλέοισιν ἐδέρκετο μηλονόμος Πὰν
- ὠκείης ἐλάφοιο παραΐσσοντα πορείην.
- ἀλλά οἱ οὐ χραίσμησε ποδῶν δρόμος, οὐδὲ φαρέτρη