Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πετραίοις βελέεσσι καταιχμάζων Διονύσου.
  2. καί τινος ἀσπαίροντος ἐπὶ χθονὸς ἆορ ἐρύσσας
  3. Βάκχος ἄναξ κεκόρυστο Γιγαντείοισι καρήνοις,
  4. ἰοβόλων πλοκάμων ὀφιώδεα λήια κείρων·
  5. καὶ στρατὸν αὐτοτέλεστον ἀτευχέι χειρὶ δαΐζων
  6. μάρνατο λυσσήεις, χλοερῶν ἐπιβήτορα δένδρων
  7. κισσὸν ἔχων τανύφυλλον, ἀκοντιστῆρα Γιγάντων.
  8. καὶ νύ κε πάντας ἔπεφνεν ἑῷ ῥηξήνορι θύρσῳ,
  9. ἀλλὰ παλινδίνητος ἑκὼν ἀνεχάζετο χάρμης,
  10. δυσμενέας ζώοντας ἑῷ γενετῆρι φυλάσσων.
  11. καί νύ κεν εἰς Φρυγίην ταχὺς ἔδραμεν ὠκέι ταρσῷ,
  12. ἀλλά μιν ἄλλος ἄεθλος ἐρήτυεν, ὄφρα θανόντων
  13. τοσσατίων ἕνα φῶτα κατακτείνειε φονῆα
  14. Παλλήνης γενέτην θανατηφόρον, ὅς ποτε κούρης
  15. οἶστρον ἔχων ἀθέμιστον ἁμαρτιγάμων ὑμεναίων
  16. συζυγίην ἀνέκοπτεν, ἀμετρήτους δὲ δαΐζων
  17. μελλογάμους μνηστῆρας ἀπέθρισεν, ὧν ὑπὸ λύθρῳ
  18. κτεινομένων καναχηδὸν ἐφοινίσσοντο παλαῖστραι,
  19. εἰσόκε Βάκχος ἵκανε Δίκης πρόμος· ἀγχιγάμου δὲ
  20. Παλλήνης δυσέρωτι παριστάμενος γενετῆρι