Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ῥιγεδανῆς ὑμέναιον ἀτάσθαλον ᾔτεε κούρης,
  2. ποικίλα δʼ ὤρεγε δῶρα· καὶ αἰτίζοντι Λυαίῳ
  3. φρικτὸς ἀνὴρ κήρυξε παλαισμοσύνην ὑμεναίων·
  4. καί μιν ἄγων ἐπέβησε κακοξείνοιο παλαίστρης,
  5. ὁππόθι τολμήεσσα δορυσσόος ἵστατο κούρη
  6. νυμφιδίην ὤμοισιν ἐλαφρίζουσα βοείην.
  7. καὶ τότε Κύπρις ἔην ἐναγώνιος· ἦν δʼ ἐνὶ μέσσῳ
  8. γυμνὸς Ἔρως καὶ στέμμα γαμήλιον ὤρεγε Βάκχῳ,
  9. ἦν δὲ παλαισμοσύνη νυμφοστόλος· ἀργυφέῳ δὲ
  10. ἁβρὸν ἀνεχλαίνωσεν ἑὸν δέμας εἵματι Πειθὼ
  11. νίκην μελλογάμοιο προθεσπίζουσα Λυαίου.
  12. καὶ βριαρῶν μελέων ἀπεδύσατο φάρεα κούρη,
  13. καὶ δόρυ θοῦρον ἔθηκε γαμήλιον, ἁβροτέρη δὲ
  14. Σιθονὶς ἀκρήδεμνος ἀσάμβαλος ἵστατο κούρη,
  15. θηλυφανής, ἀσίδηρος, ἐρευθιόωντι δὲ δεσμῷ
  16. ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν·
  17. καὶ δέμας ἀσκεπὲς ἦεν, ἀμετρήτων δὲ κομάων
  18. ἀπλεκέες πλοκαμῖδες ἐπέρρεον αὐχένι κούρης,
  19. καὶ κνήμας ἀνέφαινε καὶ ἀσκεπέων πτύχα μηρῶν
  20. γυμνῆς φαινομένης ἐπιγουνίδος· ἀμφὶ δὲ μηροῖς