Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καί τις ἀπειλητῆρι φέρων σέλας ἀνθερεῶνι
- ἡμιδαὴς σύριζε δράκων πυριθαλπέι λαιμῷ,
- καπνὸν ἀποπτύων, οὐ λοίγιον ἰὸν ἰάλλων.
- καὶ κλόνος ἄσπετος ἦεν· ἐπʼ ἀντιβίων δὲ καρήνων
- Βάκχος ἀνῃώρητο μαχήμονα δαλὸν ἀείρων,
- καὶ χθονίῳ πρηστῆρι δέμας θέρμαινε Γιγάντων
- ἀντίτυπον μίμημα Διοβλήτοιο κεραυνοῦ·
- καὶ δαΐδες σελάγιζον· ἐπʼ Ἐγκελάδου δὲ καρήνῳ
- ἠέρα θερμαίνων ἐλελίζετο πυρσὸς ἀλήτης·
- ἀλλά μιν οὐκ ἐδάμασσε, καὶ οὐ χθονίου πυρὸς ἀτμῷ
- Ἐγκέλαδος γόνυ κάμψεν, ἐπεὶ πεφύλακτο κεραυνῷ.
- Ἀλκυονεὺς δʼ ἀπέλεθρος ἐπεσκίρτησε Λυαίῳ
- Θρηικίοις σκοπέλοις κεκορυθμένος· ἀμφὶ δὲ Βάκχῳ
- ὑψινεφῆ κούφιζε ῥάχιν δυσχείμονος Αἵμου
- εἰς σκοπὸν ἀχρήιστον, ἀνουτήτου Διονύσου·
- καὶ σκοπιὴν ἔρριψεν· ἐφαπτόμεναι δὲ Λυαίου
- νεβρίδος ἀρρήκτοιο διεσχίζοντο κολῶναι·
- Ἠμαθίης δὲ κάρηνα νέος γύμνωσε Τυφωεὺς
- ὑψιφανής, προτέρῳ πανομοίιος, ὅς ποτε πολλοὺς
- ῥωγαλέους κενεῶνας ἐκούφισε μητρὸς ἀρούρης,