Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- πειθομένη· Κέφαλον γάρ, ἀμήτορος ἀστόν Ἀθήνης,
- ἔκλυε θηρητῆρα ῥοδοστεφέος πόσιν Ἠοῦς·
- Βακχείης δʼ ἐδάιξεν ὑποδρηστῆρας ὀπώρης,
- ὅττι φιλακρήτοιο μέθης Βλύζοντες ἐέρσην
- οἰνοβαρεῖς δυσέρωτες ὀπάονές εἰσι Λυαίου·
- οὕ πω γάρ δεδάηκε δολοφροσύνην Διονύσου
- καὶ ποτὸν ἠπεροπῆα φιλακρήτου Κυθερείης,
- ἀλλὰ φιλοσκοπέλων καλύβας ἐκένωσε νομήων
- αἵματι φοινήεντι περιρραίνουσα κολώνας.
- καὶ νόον αἰθύσσουσα, κατάσχετος ἅλματι λύσσης,
- Κύπριδος εἰς δόμον ἦλθεν· ἀπειλητῆρα δὲ κεστοῦ
- λυσαμένη ζωστῆρα νεοκλώστοιο χιτῶνος
- ἁβρὸν ἀνικήτοιο δέμας μάστιζε θεαίνης·
- καὶ βρέτας ἀρπάξασα τελεσσιγάμου Κυθερείης
- Σαγγαρίου σχεδὸν ἦλθε, κυλινδομένην δὲ ῥεέθροις
- γυμναῖς Νηιάδεσσι πόρεν γυμνὴν Ἀφροδίτην.
- καὶ μετὰ θεῖον ἄγαλμα καὶ αὐτοέλικτον ἱμάσθλην
- δείκελον ἁβρὸν Ἔρωτος ἀπηκόντιζε κονίῃ·
- καὶ κενεὸν λίπε δῶμα Κυβηλίδος ἀφρογενείης.
- φοιταλέη δʼ ἀκίχητος ἐθήμονα δύσατο λόχμην,