Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παρθενίῳ ζωστῆρι μάτην ἐσφίγγετο δεσμῷ.
  2. ἀχνυμένη δʼ ὀλόλυζε, κατάσχετος ἅλματι λύσσης·
  3. ἀγρονόμους δʼ ἐδίωξε, καὶ εὐπετάλου σχεδὸν ὄχθης
  4. τινυμένη δολόεντα πόσιν ποινήτορι θεσμῷ
  5. μηλονόμους ἐδάιξεν· ἀμειλίκτῳ δὲ σιδήρῳ
  6. βουκόλον ἔκτανε μᾶλλον, ἐπεὶ μάθε νυμφίον Ἠοῦς,
  7. Τιθωνὸν χαρίεντα, δυσίμερον ἀνέρα βούτην,
  8. ὅττι βοῶν ἀγέλαις μεμελημένον ἔσχε καὶ αὐτὴ
  9. Λάτμιον Ἐνδυμίωνα βοῶν ἐλάτειρα Σελήνη·
  10. ἔκλυε καὶ Φρυγίοιο, τὸν ἔκτανε παρθένος ἄλλη,
  11. ὕμνου πικρὸν ἔρωτα, ποθοβλήτοιο νομῆος·
  12. αἰπόλον ἔκτανε μᾶλλον, ὅλον χορὸν ἔκτανεν αἰγῶν
  13. αἰνοπαθής, ὅτι Πᾶνα δυσίμερον ἔδρακε κούρη
  14. ἰσοφυῆ μεθέποντα δασύτριχος αἰγὸς ὀπωπήν·
  15. ἔλπετο γὰρ μάλα τοῦτο, πόθῳ δεδονημένος Ἠχοῦς
  16. ὅττί μιν ὑπναλέην ἐβιήσατο μηλονόμος Πάν·
  17. γειοπόνους δʼ ἐδάμασσε πολὺ πλέον, ὅττι καὶ αυτοἰ
  18. Κύπριδι θητεύουσιν, ἐπεὶ πέλε γηπόνος ἀνήρ,
  19. Ἰασίων, Δήμητρος ἀμαλλοτόκου παρακοίτην·
  20. ἔκτανε δʼ ἀγρευτῆρα παλαιοτέρῳ τινὶ μύθῳ