Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ σταλίκων ἔψαυσε, πάλιν δʼ ἐμνήσατο θήρης·
  2. καὶ διεροῖς βλεφάροισιν ἑὴν στενάχιζε κορείην,
  3. ὀξὺ δέ κωκύουσα τόσην ἐφθέγξατο φωνήν·
  4. Τίς θεὸς ἡμετέρης ἀνελύσατο δεσμὰ κορείης;
  5. εἰ μὲν ἐμὲ κνώσσουσαν ἐρημονόμων ἐπὶ λέκτρων
  6. εἶδος ὑποκλέπτων ἐβιήσατο μητίετα Ζεύς,
  7. οὐδὲ καἰ ἡμετέρην ᾐδέσσατο γείτονα Ῥείην,
  8. ἀγροτέρους μετά θῆρας ὀιστεύσω πόλον ἄστρων·
  9. εἰ δέ μοι ὑπναλέῃ παρελέξατο Φοῖβος Ἀπόλλων,
  10. πέρσω πασιμέλουσαν ὅλην πετρώδεα Πυθώ·
  11. εἰ δὲ λέχος σύλησεν ἐμὸς Κυλλήνιος Ἑρμῆς,
  12. Ἀρκαδίην προθέλυμνον ἐμοῖς βελέεσσιν ὀλέσσω,
  13. καὶ τελέσω θεράπαιναν ἐμὴν χρυσάμπυκα Πειθώ·
  14. εἰ δὲ δόλοις γαμίοισιν ὀνειρείων ὑμεναίων
  15. ἀπροϊδὴς Διόνυσος ἐμὴν σύλησε κορείην,
  16. ἵξομαι, ἧχι πέλει Κυβέλης δόμος, ὑψιλόφου δὲ
  17. οἰστρομανῆ Διόνυσον ἀπὸ Τμώλοιο διώξω·
  18. καὶ φονίην ὤμοισιν ἐπικρεμάσασα φαρέτρην
  19. εἰς Πάφον, εἰς Φρυγίην θωρήξομαι· ἀμφοτέροις γὰρ
  20. τόξον ἐμὸν τανύσω, καὶ Κύπριδι καὶ Διονύσῳ.