Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς χορὸν αὐτοέλικτον ἀνεσκίρτησε κολώνη,
  2. ἡμιφανὴς δʼ ἐδόνησεν Ἁμαδρυὰς ἥλικα πεύκην·
  3. μούνη δʼ ἦν ἀχόρευτος ἐν οὔρεσι παρθένος Ἠχώ,
  4. αἰδομένη δʼ ἀκίχητος ἐκεύθετο πυθμένι πέτρης,
  5. μὴ γάμον ἀθρήσειε γυναιμανέος Διονύσου.
  6. καὶ τελέσας ὑμέναιον ἀδουπήτων ἐπὶ λέκτρων
  7. νυμφίος ἀμπελόεις, πεφυλαγμένον ἴχνος ἀείρας,
  8. νύμφης μὲν κύσε χεῖλος ἐπήρατον, ἀκλινέας δὲ
  9. λῦσε πόδας καὶ χεῖρας, ἀπὸ σκοπέλου δὲ φαρέτρην
  10. χειρὶ λαβὼν καὶ τόξα πάλιν παρακάτθετο νύμφῃ.
  11. καὶ Σατύρων σχεδὸν ἦλθεν ἔτι πνείων ὑμεναίων,
  12. ὑπναλέης ἀνέμοισιν ἐπιτρέψας λέχος Αὔρης.
  13. νύμφη δʼ ἐκ φιλότητος ἀνέδραμε· λυσιμελῆ δὲ
  14. ὕπνον ἀκηρύκτων ἀπεσείσατο μάρτυν Ἐρώτων·
  15. θάμβεϊ δʼ εἰσορόωσα σαόφρονος ἔκτοθι μίτρης
  16. στήθεα γυμνωθέντα καὶ ἀσκεπέος πτύχα μηροῦ
  17. καὶ γαμίῃ ῥαθάμιγγι περιστιχθέντα χιτῶνα,
  18. ἁρπαμένην ἀνάεδνον ἀπαγγέλλοντα κορείην,
  19. μαίνετο παπταίνουσα· καὶ ἥρμοσε κυκλάδα μίτρην
  20. στέρνα πάλιν σκιόωσα, καὶ ἠθάδος ἄντυγα [*](MSS. ἴχνια: Marcellus ἄντυγα, Ludwich ἰκμάδα.) μαζοῦ