Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἴπατε μυρομένῃ, καὶ τλήσομαι, εἰσόκεν ἔλθῃ.
  2. εἰ μὲν ἔτι ζώει γενέτης ἐμός, ἔρνεα κήπου
  3. ἀρδεύσω παλίνορσος ἅμα ζώουσα τοκῆι·
  4. εἰ δὲ πατὴρ τέθνηκε καὶ οὐκέτι δένδρα φυτεύει,
  5. ἀθρήσω μόρον ἶσον ἐπὶ φθιμένῳ γενετῆρι.
  6. ὣς φαμένη ταχύγουνος ἀνέδραμεν εἰς ῥάχιν ὕλης,
  7. ἴχνια μαστεύουσα νεοσφαγέος γενετῆρος.
  8. οὐ δέ οἱ εἰρομένῃ θρασὺς αἰπόλος, οὐ παρὰ λόχμαις
  9. παρθένον οἰκτείρων ἀγεληκόμος ἔννεπε βούτης
  10. ἴχνιον ἀστήρικτον ἀκηρύκτοιο τοκῆος,
  11. οὐ νέκυν Ἰκαρίοιο γέρων ἐπεδείκνυε ποιμήν·
  12. ἀλλὰ μάτην ἀλάλητο· μόγις δέ μιν εὗρεν ἀλωεὺς
  13. καὶ κινυροῖς στομάτεσσι δυσάγγελον ἴαχε φωνήν,
  14. καὶ τάφον ἐγγὺς ἔδειξε νεοδμήτοιο τοκῆος.
  15. παρθενικὴ δʼ ἀίουσα σαόφρονι μαίνετο λύσσῃ·
  16. καὶ πλοκάμους τίλλουσα φίλῳ παρακάτθετο τύμβῳ
  17. παρθένος ἀκρήδεμνος ἀσάμβαλος, αὐτοχύτοις δὲ
  18. δάκρυσιν ἀενάοισι λελουμένον εἶχε χιτῶνα.
  19. χείλεσι δʼ ἀφθόγγοισιν ἐπεσφρηγίσσατο σιγὴν
  20. εἰς χρόνον· Ἠριγόνῃ δὲ κύων ὁμόφοιτος ἐχέφρων