Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς νομὸν ἀνθεμόεντα καὶ εἰς λειμῶνας ἱκάνεις,
  2. σὴν ἀγέλην βόσκουσα σὺν ἀγραύλῳ [*](So MSS.: Ludwich ἀγραύλου.) παρακοίτῃ·
  3. οὐκέτι δενδροκόμοιο τεῆς ψαύουσα μακέλλης
  4. κῆπον ἐς εὐώδινα φέρεις ἀμαρήιον ὕδωρ·
  5. ἀλλὰ μελιρραθάμιγγος ἐμῆς ἀκόρητος ὀπώρης
  6. κλαῖε τεὸν γενέτην με δεδουπότα· καί σε νοήσω
  7. ὀρφανικὴν ζώουσαν ἀπειρήτην ὑμεναίων.
  8. ὣς φαμένη πτερόεσσα παρέδραμεν ὄψις ὀνείρου.
  9. κούρη δʼ ἐγρομένη ῥοδέας ἤμυξε παρειάς,
  10. πενθαλέοις δʼ ὀνύχεσσιν ἀκαμπέας ἔξεσε μαζούς,
  11. καὶ δολιχῆς προθέλυμνον ἀνέσπασε βότρυν ἐθείρης·
  12. καὶ βόας ἀθρήσασα παρισταμένους ἔτι πέτρῃ
  13. παρθένος ἀχνυμένη κινυρῇ βρυχήσατο φωνῇ·
  14. Πῇ νέκυς Ἰκαρίοιο, φίλαι φθέγξασθε κολῶναι·
  15. πότμον ἐμοῦ γενετῆρος ἐθήμονες εἴπατε ταῦροι·
  16. πατρὸς ἐμοῦ κταμένοιο τίνες γεγάασι φονῆες;
  17. πῇ μοι ἐμὸς γενέτης γλυκὺς οἴχεται; ἦ ῥα διδάσκων
  18. γείτονα καλλιφύτοιο νέους ὅρπηκας ὀπώρης
  19. πλάζεται ἀγρονόμοισι παρήμενος, ἤ τινι βούτῃ
  20. δενδροκόμῳ παρέμιμνε συνέστιος εἰλαπινάζων;