Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κνυζηθμῷ γοόωντι συνέστιχε πενθάδι κούρῃ,
  2. καί οἱ ὀδυρομένῃ συνοδύρετο. μαινομένη δὲ
  3. εἰς φυτὸν ὑψικάρηνον ἀνέδραμεν· ἀμφὶ δὲ δένδρῳ
  4. ἀγχονίῳ σφίγξασα περίπλοκον αὐχένα δεσμῷ
  5. αὐτοφόνῳ στροφάλιγγι μετάρσιος ὤλετο κούρη,
  6. ἀμφοτέρους δονέουσα πόδας βητάρμονι παλμῷ·
  7. καὶ θάνε, καὶ μόρον εἶχεν ἑκούσιον· ἀμφὶ δὲ κούρην
  8. πυκνὰ κύων δεδόνητο, καὶ ἴαχε πένθιμον ἠχὼ
  9. ὄμμασι θηρείοισι νοήμονα δάκρυα λείβων.
  10. οὐδὲ κύων ἀφύλακτον ἐρημάδα κάλλιπε κούρην,
  11. ἀλλὰ φυτῷ παρέμιμνεν ἐπήλυδα θῆρα διώκων,
  12. πόρδαλιν ἠὲ λέοντα· παρερχομένοισι δʼ ὁδίταις
  13. νεύμασιν ἀφθόγγοις ἐπεδείκνυεν ἄζυγα κούρην
  14. δεσμοῖς ἀγχονίοισι περίπλοκον ὑψόθι δένδρου.
  15. οἱ δέ μιν οἰκτείροντες ἀνήιον εἰς φυτὸν ὕλης
  16. ἴχνεσιν ἀκροτάτοισιν, ἀπʼ εὐπετάλων δὲ κορύμβων
  17. παρθενικὴν ἀδμῆτα κατήγαγον· ἀγχιφανῆ δὲ
  18. γαῖαν ἐκοιλαίνοντο πεδοσκαφέεσσι μακέλλαις.
  19. τοῖς ἅμα καὶ πεπόνητο κύων πινυτόφρονι θυμῷ,
  20. πενθαλέῳ δʼ ἐβάθυνε πέδον τεχνήμονι ταρσῷ,