Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ σκιόεις γενέτης ἔπος ἔννεπε πενθάδι κούρῃ·
  2. Ἔγρεο, δειλαίη, καὶ δίζεο σεῖο τοκῆα·
  3. ἔγρεο, καὶ μεθύοντας ἐμοὺς μάστευε φονῆας·
  4. εἰμὶ τεὸς γενέτης βαρυώδυνος, ὃν χάριν οἴνου
  5. ἀγρονόμοι δασπλῆτες ἐδηλήσαντο σιδήρῳ.
  6. ὦ τέκος, ὀλβίζω σε· σὺ γὰρ κταμένοιο τοκῆος
  7. οὐ καναχὴν ἤκουσας ἀρασσομένοιο καρήνου,
  8. οὐ πολιὴν ἐνόησας ἐρευθομένην ὑπὸ λύθρῳ,
  9. οὐ νέκυν ἀρτιδάικτον ἐπισπαίροντα κονίῃ,
  10. πατροφόνους κορύνας οὐκ ἔδρακες· ἀλλά σε δαίμων
  11. ἔκτοθι πατρὸς ἔρυκε, τεὴν δʼ ἐφύλαξεν ὀπωπήν,
  12. μὴ μόρον ἀθρήσειε δαϊζομένου γενετῆρος.
  13. αἵματι πορφύροντας ἐμοὺς σκοπίαζε χιτῶνας·
  14. χθιζὰ γὰρ οἰνωθέντες ἀμοιβαίοισι κυπέλλοις
  15. ἀγρονόμοι βλύζοντες ἀήθεος ἰκμάδα Βάκχου
  16. ἀμφʼ ἐμὲ κυκλώσαντο· δαϊζόμενος δὲ σιδήρῳ
  17. μηλονόμους ἐκάλεσσα, καὶ οὐκ ἤκουσαν ἰωήν·
  18. μούνη δʼ ὑστερόφωνος ἐμὸν κτύπον ἔκλυεν Ἠχὼ
  19. θρήνοις ἀντιτύποισι τεὸν στενάχουσα τοκῆα.
  20. οὐκέτι κουφίζουσα καλαύροπα μεσσόθεν ὕλης