Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ κύσεν υἱέος ὄμμα καὶ ἔγχλοα κύκλα προσώπου
- καὶ πλοκάμους χαρίεντας ἐρευθομένοιο καρήνου·
- ὀξὺ δὲ κωκύουσα τόσην ἐφθέγξατο φωνήν·
- Νηλειὴς Διόνυσε, τεῆς ἀκόρητε γενέθλης,
- δὸς προτέρην ἔτι λύσσαν ἐμοὶ πάλιν· ἄρτι γὰρ ἄλλην
- χείρονα λύσσαν ἔχω πινυτόφρονα· δός μοι ἐκείνην
- ἀφροσύνην, ἵνα θῆρα τὸ δεύτερον υἷα καλέσσω.
- θῆρα βαλεῖν ἐδόκησα· νεοτμήτοιο δὲ κόρσης
- ἀντὶ λεοντείης κεφαλὴν Πενθῆος ἀείρω.
- ὀλβίη Αὐτονόη βαρυδάκρυος, ὅττι θανόντα
- ἔστενεν Ἀκταίωνα, καὶ οὐ κτάνεν υἱέα μήτηρ·
- μούνη ἐγὼ γενόμην παιδοκτόνος· οὐ Μελικέρτην
- ἔκτανεν ἠὲ Λέαρχον ἐμὴ μετανάστιος Ἰνώ,
- ἀλλὰ πατὴρ ἐδάμασσε, τὸν ἤροσεν. ἆ μέγα δειλή,
- Ζεὺς Σεμέλῃ παρίαυεν, ὅπως Πενθῆα γοήσω·
- Ζεὺς γενέτης Διόνυσον ἑῷ τεκνώσατο μηρῷ,
- Καδμείην ἵνα πᾶσαν ἀιστώσειε γενέθλην.
- ἱλήκοι Διόνυσος· ὅλον γένος ὤλεσε Κάδμου.
- ἀλλὰ θεοκλήτου γαμίην μετὰ δαῖτα τραπέζης,
- Ἁρμονίης μετὰ λέκτρον, ἐμοῦ μετὰ παστάδα Κάδμου