Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἀρχαίην κιθάρην δονέων πάλιν αὐτὸς Ἀπόλλων
- θρῆνον ἕνα πλήξειε καὶ Αὐτονόῃ καὶ Ἀγαύῃ,
- ὠκύμορον Πενθῆα καὶ Ἀκταίωνα λιγαίνων.
- ἡμετέρης, φίλε κοῦρε, τί φάρμακόν ἐστιν ἀνίης;
- οὔ πω σοῖς θαλάμοισιν ἐκούφισα νυμφοκόμον πῦρ·
- οὐ ζυγίων ἤκουσα τεῶν ὑμέναιον Ἐρώτων·
- ποῖον ἴδω δέο παῖδα παρήγορον; αἴθέ σε Βάκχη
- ἄλλη ἀπηλοίησε, καὶ οὐ πολύμοχθος Ἀγαύη.
- μητέρι μαινομένῃ μὴ μέμφεο, δύσμορε Πενθεῦ·
- Βάκχῳ μέμφεο μᾶλλον· ἀναίτιός ἐστιν Ἀγαύη.
- χεῖρες ἐμαί, φίλε κοῦρε, τεὴν στάζουσιν ἐέρσην
- αὐχένος ἀμηθέντος· ἀπʼ αὐτοχύτου δὲ καρήνου
- αἷμα τεὸν μητρῷον ὅλον φοίνιξε χιτῶνα.
- ναί, λίτομαι, Βρομίου δότε μοι δέπας· ἀντὶ γὰρ οἴνου
- λύθρον ἐμοῦ Πενθῆος ἐπισπένδω Διονύσῳ.
- σοὶ μὲν ἐγὼ φιλόδακρυς, ἀώριε, τύμβον ἐγείρω
- χερσὶν ἐμαῖς ἀκάρηνον ἐνικρύψασα κονίῃ
- σὸν δέμας· ὑμετέρῳ δʼ ἐπὶ σήματι τοῦτο χαράξω·
- εἰμὶ νέκυς Πενθῆος, ὁδοιπόρε· νηδὺς Ἀγαύης
- παιδοκόμος με λόχευσε καὶ ἔκτανε παιδοφόνος χείρ.