Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- μοῦνος ἐγὼ λιπόμην νέκυς ἔμπνοος· εἰς τίνα φεύγω,
- Πενθέος ὀλλυμένοιο καὶ οἰχομένου Πολυδώρου;
- τίς πόλις ὀθνείη με δεδέξεται; ἔρρε, Κιθαιρών·
- γηροκόμους Κάδμοιο κατέκτανες, ἀμφοτέρους δὲ
- νεκρὸν ἔχεις Πενθῆα, καὶ Ἀκταίωνα καλύπτεις.
- ὣς φαμένου Κάδμοιο γόον κρουνηδὸν ἰάλλων
- δάκρυσι πηγαίοισι γέρων ἔκλαυσε Κιθαιρών·
- καὶ δρύες ὠδύροντο, καὶ ἔκλαγον αἴλινα Νύμφαι
- νηιάδες. πολιὴν δὲ κόμην ᾐδέσσατο Κάδμου
- καὶ στοναχὴν Διόνυσος· ἀπενθήτου δὲ προσώπου
- μίξας δάκρυ γέλωτι νόον μετέθηκεν Ἀγαύης,
- καὶ πάλιν ἔμφρονα θῆκεν, ὅπως Πενθῆα γοήσῃ.
- ἡ δὲ μεταστρέψασα νόον καὶ ἄπιστον ὀπωπὴν
- αὐτοπαγὴς ἄφθογγος ἐπὶ χρόνον ἵστατο μήτηρ·
- καὶ κεφαλὴν Πενθῆος ὀπιπεύουσα θανόντος
- ἤριπεν αὐτοκύλιστος, ὑπὲρ δαπέδοιο δὲ δειλὴ
- βόστρυχον αἰσχύνουσα χυτῇ κεκύλιστο κονίῃ·
- καὶ λασίους ἔρριψεν ἀπὸ στέρνοιο χιτῶνας
- καὶ Βρομίου φιάλας θιασώδεας, αἵματος ὁλκῷ
- στήθεα φοινίξασα καὶ ἀσκεπέων πτύχα μαζῶν·