Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- αὐτομάτοις ἑλίκεσσιν ἀνοιγομένων πυλεώνων·
- ἤδη δὲ πρὸ πόληος ἐς ἠέρα βόστρυχα σείων
- ἁβρὰ δρακοντοβότοιο παρέστιχε νάματα Δίρκης·
- καὶ ποδὶ λυσσήεντι χοροίτυπον ἴχνος ἑλίσσων
- δαίμονος ἀμπελόεντος ὀπίστερον εἶχε πορείην.
- ἀλλʼ ὅτε χῶρον ἵκανεν, ὅθι δρύες, ἧχι χορεῖαι,
- καἰ τελεταὶ Βρομίου θιασώδεες, ἧχι καὶ αὐτὴ
- Βασσαρίδων ἀπέδιλος ἔην κεμαδοσσόος ἄγρη,
- ἀμπελόεις τότε Βάκχος ὀρειάδος ἔνδοθι λόχμης
- ἀρχαίην ἐλάτην ἰσομήκεα γείτονι πέτρῃ
- δένδρον ἰδὼν περίμετρον ἐγήθεεν, ἧς ὑπὸ θάμνῳ
- ἀγχινεφεῖς πετάλοισιν ἐπεσκιόωντο κολῶναι·
- ἀκρότατον δὲ κόρυμβον ἀφειδέι χειρὶ πιέζων
- εἰς πέδον, εἰς πέδον εἷλκε κατὰ χθονὸς ἐκταδὰ Πενθεὺς---
- θαλλὸν ἀερσιπότητον, ἐπισφίγγων δὲ φορῆα
- ὕψι τιταινομένων ἐδράξατο χειρὶ κορύμβων,
- καὶ πόδας ἔνθα καὶ ἔνθα παλινδίνητος ἑλίσσων
- ἄστατος ὀρχηστῆρι τύπῳ κουφίζετο Πενθεύς.
- καὶ τότε βασσαρίδεσσι χορίτιδες ἤλυθον Ὧραι·
- ἀλλήλαις δʼ ἐκέλευον, ἀνεζώννυντο δὲ πέπλοις,