Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οἷα γυνὴ παίζουσα χοροίτυπος· οἷα δὲ ῥόπτρῳ
- δίκτυπον ἁρμονίην κροτέων ἑτερόζυγι χαλκῷ
- ἠερίαις μεθέηκεν ἀλήμονα βόστρυχον αὔραις,
- Λυδὸν ἀνακρούων μέλος Εὔιον. ἦ τάχα φαίης
- ἄγρια κωμάζουσαν ἰδεῖν λυσσώδεα βάκχην.
- καὶ διδύμους Φαέθοντας ἐδέρκετο καἰ δύο Θήβας·
- ἔλπετο δʼ ἀκαμάτων ἐπικείμενον ὑψόθεν ὤμων
- Θήβης ἑπταπόροιο μετοχλίζειν πυλεῶνα.
- ἀμφὶ δέ μιν στεφανηδὸν ἐκυκλώσαντο πολῖται,
- ὃς μὲν ἔχων τροχόεντα λόφον χθονός, ὃς δʼ ἐπὶ πέτρῳ
- ὑψιφανής, ὁ δὲ πῆχυν ἐπʼ ἀνέρος ὦμον ἐρείσας
- ἴχνος ἀνῃώρησεν ἐπὶ χθονὶ δάκτυλα πήξας·
- καί τις ἐυγλώχινα μετήιεν ὄγκον ἀρούρης,
- ἄλλος ἐπὶ προβλῆτος ἐπάλξιος, ὃς δὲ δοκεύων
- δόχμιον ὄμμα τίταινεν ἀερσιλόφων ἀπὸ πύργων·
- ὃς δὲ μέσας στεφανηδὸν ἐπʼ ἄντυγι χεῖρας ἑλίξας
- ἴχνεσιν ἀκροπόροισιν ἀνήιε κίονα βαίνων,
- Πενθέα παπταίνων δεδονημένον ἅλματι λύσσης,
- θύρσον ἀερτάζοντα καἰ αἰθύσσοντα καλύπτρην.
- ἤδη δʼ ἑπταπόροιο παρέδραμε τείχεα Θήβης,