Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νεβρίδα δʼ ἀμφεβάλοντο· καἰ οὐρεσίφοιτος Ἀγαύη
  2. ἀφροκόμοις στομάτεσσιν ἀπερροίβδησεν ἰωήν·
  3. Αὐτονόη, σπεύσωμεν, ὅπῃ χορός ἐστι Λυαίου
  4. καὶ κτύπος οὐρεσίφοιτος ἀκούεται ἠθάδος αὐλοῦ,
  5. ὄφρα μέλος πλέξαιμι φιλεύιον, ὄφρα δαείω,
  6. τίς φθαμένη στήσειε χοροστασίην Διονύσῳ,
  7. τίς τίνα νικήσειε θυηπολέουσα Λυαίῳ.
  8. δηθύνεις, ἀχόρευτε, καἰ ἡμέας ἔφθασεν Ἰνώ·
  9. οὐκέτι πόντον ἔχει μετανάστιος, ἀλλὰ καὶ αὐτὴ
  10. ἐξ ἁλὸς ἦλθε θέουσα σὺν ὑγροπόρῳ Μελικέρτῃ,
  11. ἦλθε προασπίζουσα διωκομένου Διονύσου,
  12. μὴ Πενθεὺς ἀθέμιστος ἐπιβρίσειε Λυαίῳ.
  13. Μύστιδες, εἰς σκοπέλους, Ἰσμηνίδες ἔλθετε Βάκχαι,
  14. καὶ τελετάς στήσωμεν, ὁμοζήλῳ δὲ χορείῃ
  15. Λυδαῖς Βασσαρίδεσσιν ἐρίζομεν, ὄφρά τις εἴπῃ·
  16. Μυγδονίην νίκησε Μιμαλλόνα Μαινὰς Ἀγαύν.
  17. ὣς φαμένη σκοπίαζε καθήμενον ὑψόθι δένδρου,
  18. ἄγριον οἷα λέοντα, θεημάχον υἱέα μήτηρ·
  19. καί μιν ἀγειρομέναις ἐπεδείκνυε θυιάσι Βάκχαις·
  20. υἱέα δʼ ἔμφρονα θῆρα καλέσσατο λυσσάδι φωνῇ.