Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἡφαίστου σοφὸν ἔργον, Ὀλύμπια δαίδαλα, νύμφῃ,
  2. ὁρμὸν ἄγων κάλυκάς τε φέρων ἕλικάς τε τιταίνων,
  3. ὁππόσα Νηρεΐδεσσιν ἀμιμήτῳ κάμε τέχνῃ
  4. Λήμνιος ἐργοπόνος παρὰ κύμασι [*](A gap in M and other MSS,: F2 reads κύμασι, Graefe, followed by Ludwich, restores Κύπριδι.) καὶ μέσον ἅλμης
  5. ἔμπυρον ἄκμονα πάλλεν ὑποβρυχίην τε πυράγρην,
  6. φυσαλέου χοάνοιο περίδρομον ἄσθμα τιταίνων
  7. ποιητοῖς ἀνέμοισιν, ἀναπτομένης δὲ καμίνου
  8. ἐν ῥοθίοις ἄσβεστον ἐβόμβεεν ἐνδόμυχον πῦρ.
  9. Νηρεὺς μὲν τάδε δῶρα πολύτροπα, δῶκε δὲ κούρῃ
  10. Περσικὸς Εὐφρήτης πολυδαίδαλον εἶδος ἀράχνης·
  11. χρυσὸν Ἴβηρ πόρε Ῥῆνος· ἐχεκτεάνων δὲ μετάλλων
  12. ἤλυθεν εἴκελα δῶρα γέρων Πακτωλὸς ἀείρων
  13. χερσὶ φυλασσομένῃσιν, ὅτι πρόμον ἔτρεμε γείτονα Ῥείην
  14. Βάκχον ἑὸν βασιλῆα, καὶ ἔτρεμε γείτονα Ῥείην
  15. Μυγδονίης πολιοῦχον ἑῆς χθονός· Ἠριδανὸς δὲ
  16. Ἡλιάδων ἤλεκτρα ῥυηφενέων ἀπὸ δένδρων
  17. δῶρα πόρε στίλβοντα· καὶ ἀργυρέης ἀπὸ πέτρης
  18. Στρυμὼν ὅσσα μέταλλα καὶ ὁππόσα Γεῦδις ἀείρει,
  19. ἕδνον Ἀμυμώνῃ δωρήσατο κυανοχαίτης.
  20. ὣς ὁ μὲν ἀρτιχόρευτος ὑποβρυχίῳ παρὰ παστῷ