Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ πόθον ὑσμίνης ἀνεσείρασε πάτριος ἠχώ.
- ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς ὁδίτης,
- στυγνὸς ὀπισθοβόλῳ δεδοκημένος ὄμματι κούρην·
- οὔασι δʼ αἰδομένοισιν ἀειδομένων ἐνὶ πόντῳ
- ζῆλον ἔχων ἤκουεν Ἀμυμώνης ὑμεναίων.
- καὶ γάμον ἡμιτέλεστον ἁλίβρομος ἤπυε σύριγξ,
- καὶ δονέων ἄσβεστον ἐν ὕδασι νυμφίδιον πῦρ
- παστὸν Ἀμυμώνης θαλαμηπόλος ἤπυε Νηρεύς,
- καὶ μέλος ἔπλεκε Φόρκυς· ὁμοζήλῳ δὲ πορείῃ
- Γλαῦκος ἀνεσκίρτησεν, ἐβακχεύθη Μελικέρτης·
- καὶ ζυγίην Γαλάτεια διακρούουσα χορείην
- ἄστατος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,
- καὶ γάμιον μέλος εἶπεν, ἐπεὶ μάθε καλὰ λιγαίνειν
- ποιμενίῃ σύριγγι διδασκομένη Πολυφήμου.
- καὶ Βερόης διεροῖσιν ὁμιλήσας ὑμεναίοις
- νυμφίος ἐννοσίγαιος ἐφίλατο πατρίδα νύμφης·
- καὶ Βερόης ναέτῃσιν ἑῆς κειμήλιον εὐνῆς
- Ἄρεος εἰναλίοιο θαλασσαίην πόρε νίκην.
- καὶ γάμος ὄλβιος ἦεν, ἐπεὶ βυθίῳ παρὰ παστῷ
- ἄξιον ἕδνον Ἔρωτος Ἄραψ ἐκομίσσατο Νηρεύς,