Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- γήθεεν ἐννοσίγαιος· ἀμειδήτῳ δὲ Λυαίῳ
- γνωτὸς Ἔρως φθονέοντι παρήγορον ἴαχε φωνήν·
- Νυμφοκόμῳ, Διόνυσε, τί μέμφεαι εἰσέτι κεστῷ;
- οὐ Βρομίῳ Βερόης γάμος ἔπρεπεν, ἀλλὰ θαλάσσης
- ἄρμενος ἦν γάμος οὗτος, ὅτι βρυχίης Ἀφροδίτης
- παῖδα λαβὼν ἔζευξα θαλασσοπόρῳ παρακοίτῃ·
- ἁβροτέρην δʼ ἐφύλαξα τεοῖς θαλάμοις Ἀριάδνην,
- ἐκ γενεῆς Μίνωος ὁμόγνιον· οὐτιδανὴν δὲ
- πόντιον αἷμα φέρουσαν Ἀμυμώνην λίπε πόντῳ.
- ἀλλὰ λιπὼν Λιβάνοιο λόφον καὶ Ἀδώνιδος ὕδωρ
- ἵξεαι εἰς Φρυγίην εὐπάρθενον, ἧχί σε μίμνει
- ἄβροχον Ἠελίοιο λέχος Τιτηνίδος Αὔρης·
- καὶ στέφος ἀσκήσασα μάχης καὶ παστάδα κούρης
- Θρῄκη νυμφοκόμος σε δεδέξεται, ἧχι καὶ αὐτὴ
- Παλλήνη καλέει σε δορυσσόος, ἧς παρὰ παστῷ
- ἀθλοφόρον γαμίοισι περιστέψω σε κορύμβοις
- ἱμερτὴν τελέσαντα παλαισμοσύνην Ἀφροδίτης.
- τοῖα γυναιμανέοντι κασιγνήτῳ φάτο Βάκχῳ
- θοῦρος Ἔρως· πτερύγων δὲ πυρώδεα βόμβον ἰάλλων
- ἠερίῃ νόθος ὄρνις ἀνῃώρητο πορείῃ,