Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Μυγδονίων ἐλατῆρες ἐθωρήσσοντο λεόντων,
- καὶ βυθίῳ καναχηδὸν ἐπισκιρτῶντες ὁμίλῳ
- ἀμπελόεν παλάμῃσιν ἀνέσχεθον ἔρνος Ἐνυοῦς,
- καὶ παλάμας τανύσαντο λεοντείην ἐπὶ δειρὴν
- δραξάμενοι πλοκαμῖδος, ἀμαιμακέτους δὲ φορῆας
- θαρσαλέοι λασίοισιν ἀνεκρούσαντο χαλινοῖς.
- ἁρπάξας δὲ τένοντα χαραδρήεντος ἐναύλου
- Σειληνὸς πολέμιζε Παλαίμονι, φοιταλέην δὲ
- ἔγχεϊ κισσήεντι διʼ ὕδατος ἤλασεν Ἰνώ.
- ἄλλῳ δʼ ἄλλος ἔριζε· καὶ οὐκ ᾐδέσσατο Βάκχη
- θύρσῳ ἀκοντιστῆρι καταΐσσουσα τριαίνης,
- Βάκχη θῆλυς ἐοῦσα· προασπίζων δὲ θαλάσσης
- Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤρισε Νηρεὺς
- πήχεϊ παφλάζοντι· δαφοινήεντι δὲ κισσῷ
- δαίμονα Παλληναῖον ὀρεστιὰς ἤλασε Βάκχη,
- οὐ δέ μιν ἐστυφέλιξεν· ἐπερχόμενον δὲ Λυαίῳ
- Γλαῦκον ἀκοντιστῆρι Μάρων ἀπεσείσατο θύρσῳ.
- ὑψινεφὴς δʼ ἐλέφας μελέων ἐνοσίχθονι παλμῷ
- δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὀγκῷ
- χείλεσι μηκεδανοῖσι χαμευνάδι μάρνατο φώκῃ·