Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Σάτυροι ῥώοντο κυβιστητῆρι κυδοιμῷ
  2. ταυροφυεῖς κεράεσσι πεποιθότες, ἐσσυμένων δὲ
  3. ἀλλοφανὴς κεχάλαστο διʼ ἰξύος ὄρθιος οὐρή.
  4. Σειληνῶν δὲ φάλαγγες ἐπέρρεον, ὧν ὁ μὲν αὐτῶν
  5. ποσσὶ διχαζομένοις ἐποχημένος ἰξύι ταύρου
  6. συμπλεκέων ἔθλιψε μέλος διδυμόθροον αὐλῶν.
  7. καὶ πλοκάμους βαλίῃσι συναιθύσσουσα θυέλλαις
  8. Μυγδονὶς ἐκροτάλιζεν ὁμόζυγα κύμβαλα Βάκχη,
  9. καὶ λοφιὴν ἐπίκυρτον ἐμάστιε λυσσάδος ἄρκτου
  10. θηρὸς ὑποβρυχίης ἀντώπιον· ἀγροτέρη δὲ
  11. πόρδαλις οὐρεσίφοιτος ἐλαύνετο κέντορι θύρσῳ.
  12. καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης
  13. ἴχνεσιν ἀβρέκτοισιν ἐπεσκίρτησε θαλάσσῃ,
  14. οἷα Ποσειδάωνος ἐπισκαίρουσα καρήνῳ·
  15. λὰξ ποδὶ κύματα τύψεν, ἐπηπείλησε δὲ πόντῳ
  16. σιγαλέῳ, καὶ κωφὸν ὕδωρ ἐπεμάστιε θύρσῳ
  17. Βασσαρὶς ὑγροφόρητος· ἀπὸ πλοκάμοιο δὲ νύμφης
  18. ἀφλεγέος σελάγιζε κατʼ αὐχένος αὐτόματον πῦρ,
  19. θάμβος ἰδεῖν. κινυρὴ δὲ παρʼ ᾐόνι γείτονι πόντῳ
  20. φύλοπιν εἰσορόωσα θαλασσομόθου Διονύσου